Pastor Mand.4.4.1
Ἠρώτησα αὐτὸν πάλιν λέγων: Κύριε, ἐπεὶ ἅπαξ ἀνέχῃ μου, ἔτι μοι καὶ τοῦτο δήλωσον. Λέγε, φησίν. Ἐὰν γυνή, φημί, κύριε, ἢ πάλιν ἀνήρ τις κοιμηθῇ καὶ γαμήσῃ τις ἐξ αὐτῶν, μήτι ἁμαρτάνει ὁ γαμῶν;
私は再び彼に尋ねて言った。「主よ、ひとたび私を大目に見てくださっているのですから、なおこのこともまた私に明らかにしてください」。「言え」と彼は言う。「主よ」と私は言う、「もし妻が眠りにつくか、あるいは夫が眠りにつき、残された者が娶る、あるいは嫁ぐなら、その娶る、あるいは嫁ぐ者は罪を犯すのでしょうか」。
Pastor Mand.4.4.2
Οὐχ ἁμαρτάνει, φησίν: ἐὰν δὲ ἐφ̓ ἑαυτῷ μείνῃ τις, περισσοτέραν ἑαυτῷ τιμὴν καὶ μεγάλην δόξαν περιποιεῖται πρὸς τὸν κύριον: ἐὰν δὲ καὶ γαμήσῃ, οὐχ ἁμαρτάνει.
「罪を犯さない」と彼は言う。「しかし、もし誰かがおのれ一人にとどまるなら、その者は自分のためにいっそう大きな誉れと大いなる栄光を主のもとに得る。しかし、たとえ娶り、あるいは嫁いでも、罪を犯さない。」
Pastor Mand.4.4.3
τήρει οὖν τὴν ἁγνείαν καὶ τὴν σεμνότητα, καὶ ζήσῃ τῷ θεῷ. ταῦτά σοι ὅσα λαλῶ καὶ μέλλω λαλεῖν, φύλασσε ἀπὸ τοῦ νῦν, ἀφ̓ ἧς μοι παρεδόθης ἡμέρας, καὶ εἰς τὸν οἶκόν σου κατοικήσω.
「だから純潔と謹厳さを守れ。そうすれば神に生きるであろう」。「私がお前に語ること、また語ろうとしていることを、今より、お前が私に引き渡されたその日から守れ。そうすれば私はお前の家に住むであろう」。
Pastor Mand.4.4.4
τοῖς δὲ προτέροις σου παραπτώμασιν ἄφεσις ἔσται, ἐὰν τὰς ἐντολάς μου φυλάξῃς: καὶ πᾶσι δὲ ἄφεσις ἔσται, ἐὰν τὰς ἐντολάς μου ταύτας φυλάξωσι καὶ πορευθῶσιν ἐν τῇ ἁγνότητι ταύτῃ.
「お前の以前の過ちには赦しがあるだろう、もしお前が私の戒めを守るならば。そしてすべての人にも赦しがあるだろう、もし彼らがこれらの私の戒めを守り、この純潔のうちを歩むならば」。