Pastor Sim.9.5.1
Καὶ ἐτελέσθη τῇ ἡμέρᾳ ἐκείνῃ ἡ οἰκοδομή, οὐκ ἀπετελέσθη δὲ ὁ πύργος: ἔμελλε γὰρ πάλιν ἐποικοδομεῖσθαι: καὶ ἐγένετο ἀνοχὴ τῆς οἰκοδομῆς. ἐκέλευσαν δὲ οἱ ἓξ ἄνδρες τοὺς οἰκοδομοῦντας ἀναχωρῆσαι μικρὸν πάντας καὶ ἀναπαυθῆναι: ταῖς δὲ παρθένοις ἐπέταξαν ἀπὸ τοῦ πύργου μὴ ἀναχωρῆσαι. ἐδόκει δέ μοι τὰς παρθένους καταλελεῖφθαι τοῦ φυλάσσειν τὸν πύργον.
そしてその日、建造は終えられたが、塔は完成しなかった。なお建て増しがなされることになっていたからである。そして建造は中断された。六人の男は、建てる者たちに皆しばらく退いて休むよう命じた。しかし乙女たちには塔から離れないようにと命じた。私には、乙女たちが塔を守るために残されたように見えた。
Pastor Sim.9.5.2
μετὰ δὲ τὸ ἀναχωρῆσαι πάντας καὶ ἀναπαυθῆναι λέγω τῷ ποιμένι: Τί ὅτι, φημί, κύριε, οὐ συνετελέσθη ἡ οἰκοδομὴ τοῦ πύργου; Οὔπω, φησί, δύναται ἀποτελεσθῆναι ὁ πύργος, ἐὰν μὴ ἔλθῃ ὁ κύριος αὐτοῦ καὶ δοκιμάσῃ τὴν οἰκοδομὴν ταύτην, ἵνα, ἐάν τινες λίθοι σαπροὶ εὑρεθῶσιν, ἀλλάξῃ αὐτούς: πρὸς γὰρ τὸ ἐκείνου θέλημα οἰκοδομεῖται ὁ πύργος.
皆が退いて休んだ後、私は牧者に言う。「主よ、なぜ塔の建造は終えられなかったのですか」と私は言う。「塔はまだ完成することができない」と彼は言う、「その主がやって来て、この建物を吟味しないうちは。もし朽ちた石が見出されれば、それを取り替えるためである。塔はあの方の意志に従って建てられるのだから。」
Pastor Sim.9.5.3
Ἤθελον, φημί, κύριε, τούτου τοῦ πύργου γνῶναι τί ἐστιν ἡ οἰκοδομὴ αὕτη, καὶ περὶ τῆς πέτρας καὶ πύλης καὶ τῶν ὀρέων καὶ τῶν παρθένων καὶ τῶν λίθων τῶν ἐκ τοῦ βυθοῦ ἀναβεβηκότων καὶ μὴ λελατομημένων, ἀλλ’ οὕτως ἀπελθόντων εἰς τὴν οἰκοδομήν.
「主よ、私はこの塔について、この建物が何であるのか知りたく思います」と私は言う。「また岩と門について、山々について、乙女たちについて、そして深みから上ってきて切り整えられておらず、そのままの姿で建物へと入っていった石について。」
Pastor Sim.9.5.4
καὶ διατί πρῶτον εἰς τὰ θεμέλια ι λίθοι ἐτέθησαν, εἶτα κ, εἶτα λε, εἶτα μ, καὶ περὶ τῶν λίθων τῶν ἀπεληλυθότων εἰς τὴν οἰκοδομὴν καὶ πάλιν ἠρμένων καὶ εἰς τόπον ἴδιον ἀποτεθειμένων: περὶ πάντων τούτων ἀνάπαυσον τὴν ψυχήν μου, κύριε, καὶ γνώρισόν μοι αὐτά.
「そしてなぜ、まず土台に十の石が置かれ、次いで二十、次いで三十五、次いで四十が置かれたのか。また建物へと入っていったのに、再び取り除かれ、もとの場所へ置き戻された石について。これらすべてについて、主よ、私の魂を休ませ、私にそれらを知らせてください。」
Pastor Sim.9.5.5
Ἐάν, φησί, κενόσπουδος μὴ εὑρεθῇς, πάντα γνώσῃ: μετ’ ὀλίγας γὰρ ἡμέρας ἐλευσόμεθα ἐνθάδε, καὶ τὰ λοιπὰ ὄψει τὰ ἐπερχόμενα τῷ πύργῳ τούτῳ καὶ πάσας τὰς παραβολὰς ἀκριβῶς γνώσῃ.
「もしお前がむなしいことに熱心な者と見出されないなら」と彼は言う、「すべてを知るであろう。数日の後、我々はここに来て、お前はこの塔に起こる残りのことを見て、すべての譬えを正確に知るであろうから。」
Pastor Sim.9.5.6
καὶ μετ’ ὀλίγας ἡμέρας ἤλθομεν εἰς τὸν τόπον, οὗ κεκαθίκαμεν, καὶ λέγει μοι: Ἄγωμεν πρὸς τὸν πύργον: ὁ γὰρ αὐθέντης τοῦ πύργου ἔρχεται κατανοῆσαι αὐτόν. καὶ ἤλθομεν πρὸς τὸν πύργον: καὶ ὅλως οὐδεὶς ἦν πρὸς αὐτὸν εἰ μὴ αἱ παρθένοι μόναι.
そして数日の後、我々は座っていた場所に来た。彼は私に言う。「塔へ行こう。塔の持ち主が、それを検分しに来るからである。」そして我々は塔へ行った。そこには乙女たちのほかは全く誰もいなかった。
Pastor Sim.9.5.7
καὶ ἐπερωτᾷ ὁ ποιμὴν τὰς παρθένους, εἰ ἄρα παρεγεγόνει ὁ δεσπότης τοῦ πύργου. αἱ δὲ ἔφησαν μέλλειν αὐτὸν ἔρχεσθαι κατανοῆσαι τὴν οἰκοδομήν.
牧者は乙女たちに、塔の主宰者がすでに到着したかどうか尋ねた。彼女たちは、彼が建物を検分しに来ようとしていると答えた。