ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput IX 譬え 9 第IX章

Hermas · Pastor · 7 sectiones

Pastor Sim.9.9.1

1

Εἶτα ἦλθε κατανοῆσαι τοὺς λευκοὺς καὶ στρογγύλους λίθους καὶ λέγει μοι: Τί ποιοῦμεν περὶ τούτων τῶν λίθων; Τί, φημί, ἐγὼ γινώσκω, κύριε; Οὐδὲν οὖν ἐπινοεῖς περὶ αὐτων;

次に彼は白くて丸い石を検分しに来て、私に言う。「これらの石については我々はどうするか。」「主よ、私に何が分かりましょうか」と私は言う。「ではそれらについて何も考えはないのか。」

Pastor Sim.9.9.2

2

Ἐγώ, φημί, κύριε, ταύτην τὴν τέχνην οὐκ ἔχω, οὐδὲ λατόμος εἰμὶ οὐδὲ δύναμαι νοῆσαι. Οὐ βλέπεις αὐτούς, φησί, λίαν στρογγύλους ὄντας; καὶ ἐὰν αὐτοὺς θελήσω τετραγώνους ποιῆσαι, πολὺ δεῖ ἀπ’ αὐτῶν ἀποκοπῆναι: δεῖ δὲ ἐξ αὐτῶν ἐξ ἀνάγκης τινὰς εἰς τὴν οἰκοδομὴν τεθῆναι.

「主よ、私はこの技術を持っておらず、石工でもなく、悟ることもできません」と私は言う。「お前はそれらが非常に丸いのを見ていないのか」と彼は言う。「もし私がそれらを四角くしようとすれば、それらから多くを切り落とさねばならない。しかしそれらのうちの或るものは、必要上、建物の中に置かれねばならない。」

Pastor Sim.9.9.3

3

Εἰ οὖν, φημί, κύριε, ἀνάγκη ἐστί, τί σεαυτὸν βασανίζεις καὶ οὐκ ἐκλέγεις εἰς τὴν οἰκοδομὴν οὓς θέλεις καὶ ἁρμόζεις εἰς αὐτήν; ἐξελέξατο ἐξ αὐτῶν τοὺς μείζονας καὶ λαμπροὺς καὶ ἐλατόμησεν αὐτούς: αἱ δὲ παρθένοι ἄρασαι ἥρμοσαν εἰς τὰ ἐξώτερα μέρη τῆς οἰκοδομῆς.

「では主よ、それが必要であるなら、なぜご自身を苦しめて、建物のためにお望みの石を選び、それに合わせないのですか」と私は言う。彼はそれらのうちより大きく輝く石を選び、それらを切り整えた。乙女たちはそれらを運び上げ、建物の外側の部分に合わせた。

Pastor Sim.9.9.4

4

οἱ δὲ λοιποὶ οἱ περισσεύσαντες ἤρθησαν καὶ ἀπετέθησαν εἰς τὸ πεδίον, ὄθεν ἠνέχθησαν: οὐκ ἀπεβλήθησαν δέ, Ὅτι, φησί, λείπει τῷ πύργῳ ἔτι μικρὸν οἰκοδομηθῆναι. πάντας δὲ θέλει ὁ δεσπότης τοῦ πύργου τούτους ἁρμοσθῆναι τοὺς λίθους εἰς τὴν οἰκοδομήν, ὅτι λαμπροί εἰσι λίαν.

残った他の石は運び去られ、それらが運ばれてきた野へと戻された。しかし捨てられたのではなかった。「塔にはまだわずかに建てるべきところが残っているからだ」と彼は言う。「塔の主宰者は、これらの石が皆、建物の中に合わされることを望んでおられる。それらは非常に輝いているからである。」

Pastor Sim.9.9.5

5

ἐκλήθησαν δὲ γυναῖκες δώδεκα, εὐειδέσταται τῷ χαρακτῆρι, μέλανα ἐνδεδυμέναι, περιεζωσμέναι καὶ ἔξω τοὺς ὤμους ἔχουσαι καὶ τὰς τρίχας λελυμέναι: ἐδοκοῦσαν δέ μοι αἱ γυναῖκες αὗται ἄγριαι εἶναι. ἐκέλευσε δὲ αὐτὰς ὁ ποιμὴν ἆραι τοὺς λίθους τοὺς ἀποβεβλημένους ἐκ τῆς οἰκοδομῆς καὶ ἀπενεγκεῖν αὐτοὺς εἰς τὰ ὄρη, ὅθεν καὶ ἠνέχθησαν.

十二人の女が呼び出された。その容姿は最も美しく、黒い衣をまとい、帯を締め、肩を外に出し、髪を解いていた。私にはこの女たちが荒々しく見えた。牧者は彼女たちに、建物から捨てられた石を運び上げ、それらが運ばれてきた山々へと持ち去るよう命じた。

Pastor Sim.9.9.6

6

αἱ δὲ ἱλαραὶ ἦραν καὶ ἀπήνεγκαν πάντας τοὺς λίθους καὶ ἔθηκαν, ὅθεν ἐλήφθησαν. καὶ μετὰ τὸ ἀρθῆναι πάντας τοὺς λίθους καὶ μηκέτι κεῖσθαι λίθον κύκλῳ τοῦ πύργου, λέγει μοι ὁ ποιμήν: Κυκλώσωμεν τὸν πύργον καὶ ἴδωμεν, μή τι ἐλάττωμά ἐστιν ἐν αὐτῷ. καὶ ἐκύκλευον ἐγὼ μετ’ αὐτοῦ.

彼女たちは朗らかに、すべての石を運び上げて持ち去り、それらが取られた場所に置いた。すべての石が運び去られ、塔の周りにもはや石が置かれていなくなると、牧者は私に言う。「塔の周りを巡り、それに何か欠けているところがないか見よう。」私は彼と共に周りを巡った。

Pastor Sim.9.9.7

7

ἰδὼν δὲ ὁ ποιμὴν τὸν πύργον εὐπρεπῆ ὄντα τῇ οἰκοδομῇ λίαν ἱλαρὸς ἦν: ὁ γὰρ πύργος οὕτως ἦν ᾠκοδομημένος, ὥστε με ἰδόντα ἐπιθυμεῖν τὴν οἰκοδομὴν αὐτοῦ: οὕτω γὰρ ἦν ᾠκοδομημένος, ὡσὰν ἐξ ἑνὸς λίθου μὴ ἔχων μίαν ἁρμογὴν ἐν ἑαυτῷ. ἐφαίνετο δὲ ὁ λίθος ὡς ἐκ τῆς πέτρας ἐκκεκολαμμένος: μονόλιθος γάρ μοι ἐδόκει εἶναι.

牧者は、塔がその建物において麗しいのを見て、非常に朗らかであった。塔はこのように建てられていたので、私はそれを見て、その建物を欲するほどであった。それはあたかも一つの石から成るかのように建てられており、その中に一つの継ぎ目も持たなかった。その石はまるで岩から切り出されたかのように見えた。一枚岩であるように私には思われたのである。