Pastor Vis.4.3.1
Ἠρώτησα αὐτὴν περὶ τῶν τεσσάρων χρωμάτων ὧν εἶχεν τὸ θηρίον εἰς τὴν κεφαλήν. ἡ δὲ ἀποκριθεῖσά μοι λέγει: Πάλιν περίεργος εἶ περὶ τοιούτων πραγμάτων. Ναί, φημί, κυρία: γνώρισόν μοι, τί ἐστιν ταῦτα.
私は彼女に、獣が頭に持っていた四つの色について尋ねた。彼女は答えて私に言う。「お前はまたそのような事柄について詮索好きであるな。」「はい、婦人よ」と私は言う。「これが何であるか、私に知らせてください。」
Pastor Vis.4.3.2
Ἄκουε, φησίν: τὸ μὲν μέλαν οὗτος ὁ κόσμος ἐστίν, ἐν ᾧ κατοικεῖτε:
彼女は言う。「聞くがよい。黒は、諸君が住んでいるこの世である。」
Pastor Vis.4.3.3
τὸ δὲ πυροειδὲς καὶ αἱματῶδες, ὅτι δεῖ τὸν κόσμον τοῦτον δἰ αἵματος καὶ πυρὸς ἀπόλλυσθαι:
「火のような血のような色は、この世が血と火によって滅びなければならないからである。」
Pastor Vis.4.3.4
τὸ δὲ χρυσοῦν μέρος ὑμεῖς ἐστε οἱ ἐκφυγόντες τὸν κόσμον τοῦτον. ὥσπερ γὰρ τὸ χρυσίον δοκιμάζεται διὰ τοῦ πυρὸς καὶ εὔχρηστον γίνεται, οὕτως καὶ ὑμεῖς δοκιμάζεσθε οἱ κατοικοῦντες ἐν αὐτοῖς. οἱ οὖν μείναντες καὶ πυρωθέντες ὑπ’ αὐτῶν καθαρισθήσεσθε. ὥσπερ τὸ χρυσίον ἀποβάλλει τὴν σκωρίαν αὐτοῦ, οὕτω καὶ ὑμεῖς ἀποβαλεῖτε πᾶσαν λύπην καὶ στενοχωρίαν, καὶ καθαρισθήσεσθε καὶ χρήσιμοι ἔσεσθε εἰς τὴν οἰκοδομὴν τοῦ πύργου.
「金色の部分は、この世を逃れた諸君である。金が火によって試され、有用となるように、その中に住んでいる諸君も試されるのである。それゆえ、とどまり、それらによって火に焼かれた諸君は、清められるであろう。金がその滓を捨て去るように、諸君もあらゆる悲しみと苦しみを捨て去り、清められ、塔の建物のために有用になるであろう。」
Pastor Vis.4.3.5
τὸ δὲ λευκὸν μέρος ὁ αἰὼν ὁ ἐπερχόμενός ἐστιν, ἐν ᾧ κατοικήσουσιν οἱ ἐκλεκτοὶ τοῦ θεοῦ: ὅτι ἄσπιλοι καὶ καθαροὶ ἔσονται οἱ ἐκλελεγμένοι ὑπὸ τοῦ θεοῦ εἰς ζωὴν αἰώνιον.
「白い部分は、来たりつつある世であり、そこには神の選ばれた者たちが住むことになる。神によって永遠の命へと選び出された者たちは、汚れなく清い者となるからである。」
Pastor Vis.4.3.6
σὺ οὖν μὴ διαλίπῃς λαλῶν εἰς τὰ ὦτα τῶν ἁγίων. ἔχετε καὶ τὸν τύπον τῆς θλίψεως τῆς ἐρχομένης μεγάλης. ἐὰν δὲ ὑμεῖς θελήσητε, οὐδὲν ἔσται. μνημονεύετε τὰ προγεγραμμένα.
「それゆえお前は、聖なる者たちの耳に語ることをやめるな。諸君は、来たるべき大いなる苦難のひな型も得た。しかし、もし諸君が望むならば、何も起こらないであろう。前に書かれたことを覚えていよ。」
Pastor Vis.4.3.7
ταῦτα εἴπασα ἀπῆλθεν, καὶ οὐκ εἶδον, ποίῳ τόπῳ ἀπῆλθεν: νέφος γὰρ ἐγένετο: κἀγὼ ἐπεστράφην εἰς τὰ ὀπίσω φοβηθείς, δοκῶν ὅτι τὸ θηρίον ἔρχεται.
こう言い終えると彼女は去って行った。私は彼女がどこへ去って行ったのか見なかった。雲が生じたからである。私は恐れて後ろへ振り返った。獣がやって来ると思ったのである。