Pastor Sim.8.2.1
Ἐκέλευσε δὲ ὁ ἄγγελος κυρίου στεφάνους ἐνεχθῆναι. καὶ ἐνέχθησαν στέφανοι ὡσεὶ ἐκ φοινίκων γεγονότες, καὶ ἐστεφάνωσε τοὺς ἄνδρας τοὺς ἐπιδεδωκότας τὰς ῥάβδους τὰς ἐχούσας τὰς παραφυάδας καὶ καρπόν τινα καὶ ἀπέλυσεν αὐτοὺς εἰς τὸν πύργον.
主の天使は冠を持って来させた。すると、棕櫚で作られたような冠が持って来られ、彼は、若枝と若干の実のついた枝を渡した男たちに冠をかぶらせ、彼らを塔へと送り出した。
Pastor Sim.8.2.2
καὶ τοὺς ἄλλους δὲ ἀπέστειλεν εἰς τὸν πύργον, τοὺς τὰς ῥάβδους τὰς χλωρὰς ἐπιδεδωκότας καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας τὰς παραφυάδας, δοὺς αὐτοῖς σφραγῖδας.
また、青くて若枝はあるが、その若枝に実のない枝を渡した者たちも、彼は塔へと送り、彼らに証印を与えた。
Pastor Sim.8.2.3
ἱματισμὸν δὲ τὸν αὐτὸν πάντες εἶχον λευκὸν ὡσεὶ χιόνα, οἱ πορευόμενοι εἰς τὸν πύργον.
塔へ行く者たちは皆、雪のように白い、同じ衣をまとっていた。
Pastor Sim.8.2.4
καὶ τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας χλωρὰς ὡς ἔλαβον ἀπέλυσε, δοὺς αὐτοῖς ἱματισμὸν καὶ σφραγῖδας.
そして、受け取ったときのままに青い枝を渡した者たちも、彼は送り出し、彼らに衣と証印を与えた。
Pastor Sim.8.2.5
μετὰ τὸ ταῦτα τελέσαι τὸν ἄγγελον λέγει τῷ ποιμένι: Ἐγὼ ὑπάγω: σὺ δὲ τούτους ἀπολύσεις εἰς τὰ τείχη, καθὼς ἄξιός ἐστί τις κατοικεῖν. κατανόησον δὲ τὰς ῥάβδους αὐτῶν ἐπιμελῶς καὶ οὕτως ἀπόλυσον: ἐπιμελῶς δὲ κατανόησον. βλέπε, μή τίς σε παρέλθῃ, φησίν, ἐὰν δὲ τίς σε παρέλθῃ, ἐγὼ αὐτοὺς ἐπὶ τὸ θυσιαστήριον δοκιμάσω. ταῦτα εἰπὼν τῷ ποιμένι ἀπῆλθε.
天使はこれらのことを終えたのち、牧者に言う。「私は行く。お前はこの者たちを、それぞれが住むにふさわしいとおりに、城壁へと送り出せ」。「彼らの枝を念入りに調べ、そのようにして送り出せ。念入りに調べよ。誰かがお前の目を逃れることのないよう気をつけよ」と彼は言う、「もし誰かがお前の目を逃れたなら、私が彼らを祭壇の上で吟味しよう」。彼はこれらのことを牧者に言って、立ち去った。
Pastor Sim.8.2.6
καὶ μετὰ τὸ ἀπελθεῖν τὸν ἄγγελον λέγει μοι ὁ ποιμήν: Λάβωμεν πάντων τὰς ῥάβδους καὶ φυτεύσωμεν αὐτάς, εἴ τινες ἐξ αὐτῶν δυνήσονται ζῆσαι. λέγω αὐτῷ: Κύριε, τὰ ξηρὰ ταῦτα πῶς δύνανται ζῆσαι;
天使が立ち去ったのち、牧者は私に言う。「すべての者の枝を取って植えよう。そのうちのいくつかが生きることができるかどうか、見てみようではないか」。私は彼に言う。「主よ、この枯れたものたちがどうして生きることができましょうか」。
Pastor Sim.8.2.7
ἀποκριθείς μοι λέγει: Τὸ δένδρον τοῦτο ἰτέα ἐστὶ καὶ φιλόζωον τὸ γένος: ἐὰν οὖν φυτευθῶσι καὶ μικρὰν ἰκμάδα λαμβάνωσιν αἱ ῥάβδοι, ζήσονται πολλαὶ ἐξ αὐτῶν: εἶτα δὲ πειράσωμεν καὶ ὕδωρ αὐταῖς παραχέειν. ἐάν τις αὐτῶν δυνηθῇ ζῆσαι, συγχαρήσομαι αὐταῖς: ἐὰν δὲ μὴ ζήσῃ, οὐχ εὑρεθήσομαι ἐγὼ ἀμελής.
彼は答えて私に言う。「この木は柳であり、その種類は生命を愛するものだ。だから、もしこの枝が植えられ、わずかな湿り気を得るならば、そのうちの多くは生きるであろう。それから、水を注いでみることも試みよう」。「もしそのうちのどれかが生きることができるならば、私はそれと共に喜ぼう。もし生きなければ、私が怠ったとは見出されないだろう」。
Pastor Sim.8.2.8
ἐκέλευσε δέ μοι ὁ ποιμὴν καλέσαι, καθώς τις αὐτῶν ἐστάθη. ἦλθον τάγματα τάγματα καὶ ἐπεδίδουν τὰς ῥάβδους τῷ ποιμένι: ἐλάμβανε δὲ ὁ ποιμὴν τὰς ῥάβδους καὶ κατὰ τάγματα ἐφύτευσεν αὐτὰς καὶ μετὰ τὸ φυτεῦσαι ὕδωρ αὐταῖς πολὺ παρέχεεν, ὥστε ἀπὸ τοῦ ὕδατος μὴ φαίνεσθαι τὰς ῥάβδους.
牧者は私に、それぞれが立たされていたとおりに彼らを呼ぶよう命じた。彼らは組ごとに来て、牧者に枝を渡した。牧者はその枝を受け取り、組ごとにそれを植え、植えたのちに、その枝が水のために見えなくなるほど、多くの水を注ぎかけた。
Pastor Sim.8.2.9
καὶ μετὰ τὸ ποτίσαι αὐτὸν τὰς ῥάβδους λέγει μοι: Ἄγωμεν καὶ μετ’ ὀλίγας ἡμέρας ἐπανέλθωμεν καὶ ἐπισκεψώμεθα τὰς ῥάβδους πάσας: ὁ γὰρ κτίσας τὸ δένδρον τοῦτο θέλει πάντας ζῆν τοὺς λαβόντας ἐκ τοῦ δένδρου τούτου κλάδους. ἐλπίζω δὲ κἀγώ, ὅτι λαβόντα τὰ ῥαβδία ταῦτα ἰκμάδα καὶ ποτισθέντα ὕδατι ζήσονται τὸ πλεῖστον μέρος αὐτῶν.
その枝に水を注いだのち、彼は私に言う。「さあ行こう。そして数日ののちに戻って来て、すべての枝を見ることにしよう。この木を創造した方は、この木から枝を受け取ったすべての者たちが生きることを望んでおられるからだ」。「そして私もまた、これらの枝が湿り気を得て、水を注がれたなら、その大部分が生きるであろうと期待している」。