Pastor Vis.2.3.1
Σὺ δέ, Ἑρμᾶ, μηκέτι μνησικακήσῃς τοῖς τέκνοις σου μηδὲ τὴν ἀδελφήν σου ἐάσῃς, ἵνα καθαρισθῶσιν ἀπὸ τῶν προτέρων ἁμαρτιῶν αὐτῶν. παιδευθήσονται γὰρ παιδείᾳ δικαίᾳ, ἐὰν σὺ μὴ μνησικακήσῃς αὐτοῖς. μνησικακία θάνατον κατεργάζεται. σὺ δέ, Ἑρμᾶ, μεγάλας θλίψεις ἔσχες ἰδιωτικὰς διὰ τὰς παραβάσεις τοῦ οἴκου σου, ὅτι οὐκ ἐμέλησέν σοι περὶ αὐτῶν: ἀλλὰ παρενεθυμήθης καὶ ταῖς πραγματείαις σου συνανεφύρης ταῖς πονηραῖς:
「だが、お前、ヘルマスよ、もはやお前の子らに恨みを抱くな。お前の姉妹をも見捨てるな。彼らが以前の罪から清められるためだ。彼らは正しい懲らしめによって懲らしめられるであろう、もしお前が彼らに恨みを抱かないなら。恨みは死をもたらす。だが、お前、ヘルマスよ、お前の家の背きのゆえに、大いなる私的な苦難を受けた。お前が彼らのことを心にかけなかったからである。むしろお前は無頓着になり、悪しき自分の商いに混じり合った。」
Pastor Vis.2.3.2
ἀλλὰ σώζει σε τὸ μὴ ἀποστῆναί σε ἀπὸ θεοῦ ζῶντος καὶ ἡ ἁπλότης σου καὶ ἡ πολλὴ ἐγκράτεια: ταῦτα σέσωκέν σε, ἐὰν ἐμμείνῃς, καὶ πάντας σώζει τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ πορευομένους ἐν ἀκακίᾳ καὶ ἁπλότητι. οὗτοι κατισχύσουσιν πάσης πονηρίας καὶ παραμενοῦσιν εἰς ζωὴν αἰώνιον.
「しかし、お前が生ける神から離れなかったこと、お前の率直さと大いなる節制とが、お前を救うのだ。これらのものが、もしお前が堅く留まるなら、お前を救った。そして、このようなことを行い、無邪気さと率直さのうちに歩む者たちすべてを、これらのものは救う。彼らはあらゆる悪しきことに打ち勝ち、永遠の命に留まるであろう。」
Pastor Vis.2.3.3
μακάριοι πάντες οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην. οὐ διαφθαρήσονται ἕως αἰῶνος.
「正義を行うすべての者は幸いである。彼らは永遠に滅びることはない。」
Pastor Vis.2.3.4
ἐρεῖς δὲ Μαξίμῳ: Ἰδοῦ, θλῖψις ἔρχεται: ἐάν σοι φανῇ, πάλιν ἄρνησαι. Ἐγγὺς κύριος τοῖς ἐπιστρεφομένοις, ὡς γέγραπται ἐν τῷ Ἐλδὰδ καὶ Μωδάτ, τοῖς προφητεύσασιν ἐν τῇ ἐρήμῳ τῷ λαῷ.
「だがマキシモスにはこう言え。『見よ、苦難が来る。もしお前によいと思われるなら、再び否め』と。『主は立ち返る者たちに近くいます』と、荒れ野で民に預言したエルダドとモダトの書に書かれているとおりである。」