ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.8, Caput IV 譬え 8 第IV章

Hermas · Pastor · 6 sectiones

Pastor Sim.8.4.1

1

Καὶ μετὰ ἡμέρας ὀλίγας ἤλθομεν εἰς τὸν τόπον, καὶ ἐκάθισεν ὁ ποιμὴν εἰς τὸν τόπον τοῦ ἀγγέλου, κἀγὼ παρεστάθην αὐτῷ. καὶ λέγει μοι: Περίζωσαι ὠμόλινον καὶ διακόνει μοι. περιεζωσάμην ὠμόλινον ἐκ σάκκου γεγονὸς καθαρόν.

数日ののち、我々はその場所に来た。牧者は天使の場所に座り、私は彼のそばに立った。彼は私に言う。「生麻の布を身にまとい、私に仕えよ」。私は、粗布で作られた清い生麻の布を身にまとった。

Pastor Sim.8.4.2

2

ἰδὼν δέ με περιεζωσμένον καὶ ἕτοιμον ὄντα τοῦ διακονεῖν αὐτῷ, Κάλει, φησί, τοὺς ἄνδρας, ὧν εἰσὶν αἱ ῥάβδοι πεφυτευμέναι, κατὰ τὸ τάγμα, ὥς τις ἔδωκε τὰς ῥάβδους. καὶ ἀπῆλθον εἰς τὸ πεδίον καὶ ἐκάλεσα πάντας: καὶ ἔστησαν πάντες τάγματα τάγματα.

私が身にまとい、彼に仕える用意ができているのを見て、彼は言う。「その枝が植えられた男たちを、それぞれが枝を渡した組の順に呼べ」。私は野へ行き、すべての者を呼んだ。すると彼らは皆、組ごとに立った。

Pastor Sim.8.4.3

3

λέγει αὐτοῖς: Ἕκαστος τὰς ἰδίας ῥάβδους ἐκτιλάτω καὶ φερέτω πρός με.

彼は彼らに言う。「各自、自分の枝を引き抜いて私のもとへ持って来い」。

Pastor Sim.8.4.4

4

πρῶτοι ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ κεκομμένας ἐσχηκότες, καὶ ὡς αὗται εὑρέθησαν ξηραὶ καὶ κεκομμέναι, ἐκέλευσεν αὐτοὺς χωρὶς σταθῆν αἱ??ʼ

最初に、枯れて虫に食われた枝を持っていた者たちが渡した。それが枯れて虫に食われたものであると分かると、彼は彼らに別に立つよう命じた。

Pastor Sim.8.4.5

5

εἶτα ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ μὴ κεκομμένας ἔχοντες: τινὲς δὲ ἐξ αὐτῶν ἐπέδωκαν τὰς ῥάβδους χλωράς, τινὲς δὲ ξηρὰς καὶ κεκομμένας ὡς ὑπὸ σητός. τοὺς ἐπιδεδωκότας οὖν χλωρὰς ἐκέλευσε χωρὶς σταθῆναι, τοὺς δὲ ξηρὰς καὶ κεκομμένας ἐπιδεδωκότας ἐκέλευσε μετὰ τῶν πρώτων σταθῆναι.

それから、枯れてはいるが虫に食われてはいない枝を持つ者たちが渡した。そのうちのある者たちは青い枝を渡し、またある者たちは枯れて、虫に食われたような枝を渡した。そこで彼は、青い枝を渡した者たちに別に立つよう命じ、枯れて虫に食われた枝を渡した者たちには、最初の者たちと一緒に立つよう命じた。

Pastor Sim.8.4.6

6

εἶτα ἐπέδωκαν οἱ τὰς ἡμιξήρους καὶ σχισμὰς ἐχούσας: καὶ πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν καὶ μὴ ἐχούσας σχισμάς: τινὲς δὲ χλωρὰς καὶ παραφυάδας ἐχούσας καὶ εἰς τὰς παραφυάδας καρπούς, οἵους εἶχον οἱ εἰς τὸν πύργον πορευθέντες ἐστεφανωμένοι. τινὲς δὲ ἐπέδωκαν ξηρὰς καὶ βεβρωμένας, τινὲς δὲ ξηρὰς καὶ ἀβρώτους, τινὲς δὲ οἷαι ἦσαν ἡμίξηροι καὶ σχισμὰς ἔχουσαι. ἐκέλευσεν αὐτοὺς ἕνα ἕκαστον χωρὶς σταθῆναι, τοὺς μὲν πρὸς τὰ ἴδια τάγματα, τοὺς δὲ χωρίς.

それから、半ば枯れて裂け目のある枝を持つ者たちが渡した。彼らのうち多くの者は、裂け目のない青い枝を渡した。またある者たちは、青くて若枝があり、その若枝には、冠をかぶって塔へ行った者たちが持っていたのと同じような実のついた枝を渡した。またある者たちは、枯れて虫に食われた枝を渡し、またある者たちは枯れてはいるが食われていない枝を渡し、またある者たちは、半ば枯れて裂け目のあるままの枝を渡した。彼は、それぞれを別々に立たせ、ある者たちは自分たちの組へ、またある者たちは別に立たせた。