ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.1, Caput III 幻 1 第III章

Hermas · Pastor · 4 sectiones

Pastor Vis.1.3.1

1

Ἀλλ’ οὐχ ἕνεκα τούτου ὀργίζεταί σοι ὁ θεός, ἀλλ’ ἵνα τὸν οἶκόν σου τὸν ἀνομήσαντα εἰς τὸν κύριον καὶ εἰς ὑμᾶς τοὺς γονεῖς αὐτῶν ἐπιστρέψῃς. ἀλλὰ φιλότεκνος ὢν οὐκ ἐνουθέτεις σου τὸν οἶκον, ἀλλὰ ἀφῆκες αὐτὸν καταφθαρῆναι, διὰ τοῦτό σοι ὀργίζεται ὁ κύριος: ἀλλὰ ἰάσεταί σου πάντα τὰ προγεγονότα πονηρὰ ἐν τῷ οἴκῳ σου: διὰ γὰρ τὰς ἐκείνων ἁμαρτίας καὶ ἀνομήματα σὺ κατεφθάρης ἀπὸ τῶν βιωτικῶν πράξεων.

「しかし、神がお前に対して怒っているのは、このためではない。むしろ、主に対しても、彼らの親である諸君に対しても不法を行った、お前の家の者たちを、お前が立ち返らせるためである。だが、子を愛する者でありながら、お前は自分の家の者たちを戒めず、むしろ彼らが堕落するに任せた。それゆえ、主はお前に対して怒っているのだ。だが、お前の家において以前に起こったすべての悪しきことを、主は癒やすであろう。彼らの罪と不法のゆえに、お前は日々の営みによって堕落させられたのだから。」

Pastor Vis.1.3.2

2

ἀλλ’ ἡ πολυσπλαγχνία τοῦ κυρίου ἠλέησέν σε καὶ τὸν οἶκόν σου καὶ ἰσχυροποιήσει σε καὶ θεμελιώσει σε ἐν τῇ δόξῃ αὐτοῦ. σὺ μόνον μὴ ῥᾳθυμήσῃς, ἀλλὰ εὐψύχει καὶ ἰσχυροποίει σου τὸν οἶκον. ὡς γὰρ ὁ χαλκεὺς σφυροκοπῶν τὸ ἔργον αὐτοῦ περιγίνεται τοῦ πράγματος οὗ θέλει, οὕτω καὶ ὁ λόγος ὁ καθημερινὸς ὁ δίκαιος περιγίνεται πάσης πονηρίας. μὴ διαλίπῃς οὖν νουθετῶν σου τὰ τέκνα. οἶδα γάρ, ὅτι, ἐὰν μετανοήσουσιν ἐξ ὅλης καρδίας αὐτῶν, ἐνγραφήσονται εἰς τὰς βίβλους τῆς ζωῆς μετὰ τῶν ἁγίων.

「しかし、主の深い慈しみが、お前とお前の家とを憐れみ、お前を強め、お前をその栄光のうちに据えるであろう。ただお前は怠るな、心を強くし、お前の家を強めよ。鍛冶屋が自分の作品を打つことによって、望む物を意のままにするように、日々の正しい言葉もまた、あらゆる悪しきことを意のままにする。だから、お前の子らを戒めることをやめるな。彼らが心を尽くして悔い改めるなら、聖なる者たちとともに命の書に書き記されることを、私は知っているからだ。」

Pastor Vis.1.3.3

3

μετὰ τὸ παῆναι αὐτῆς τὰ ῥήματα ταῦτα λέγει μοι: Θέλεις ἀκοῦσαί μου ἀναγινωσκούσης; λέγω κἀγώ: Θέλω, κυρία. λέγει μοι: Γενοῦ ἀκροατὴς καὶ ἄκουε τὰς δόξας τοῦ θεοῦ. ἤκουσα μεγάλως καὶ θαυμαστῶς, ὃ οὐκ ἴσχυσα μνημονεῦσαι: πάντα γὰρ τὰ ῥήματα ἔκφρικτα, ἃ οὐ δύναται ἄνθρωπος βαστάσαι. τὰ οὖν ἔσχατα ῥήματα ἐμνημόνευσα: ἦν γὰρ ἡμῖν σύμφορα καὶ ἥμερα:

彼女がこれらの言葉を語り終えると、彼女は私に言う。「私が朗読するのを聞きたいか。」私も言った。「聞きたいです、奥方よ。」彼女は私に言う。「聞く者となり、神の栄光の数々を聞け。」私は大いに、驚くべき仕方で聞いたが、それを記憶することができなかった。すべての言葉が身の毛もよだつもので、人が耐えられないものだったからである。そこで私は最後の言葉だけを記憶した。それは我々にとって益となり、穏やかなものだったからである。

Pastor Vis.1.3.4

4

Ἰδού, ὁ θεὸς τῶν δυνάμεων, ὃν ἀγαπῶ, δυνάμει κραταιᾷ καὶ τῇ μεγάλῃ συνέσει αὐτοῦ κτίσας τὸν κόσμον καὶ τῇ ἐνδόξῳ βουλῇ περιθεὶς τὴν εὐπρέπειαν τῇ κτίσει αὐτοῦ καὶ τῷ ἰσχυρῷ ῥήματι πήξας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν ἐπὶ ὑδάτων καὶ τῇ ἰδίᾳ σοφίᾳ καὶ προνοίᾳ κτίσας τὴν ἁγίαν ἐκκλησίαν αὐτοῦ, ἣν καὶ ηὐλόγησεν, ἰδού, μεθιστάνει τοὺς οὐρανούς, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς θαλάσσας, καὶ πάντα ὁμαλὰ γίνεται τοῖς ἐκλεκτοῖς αὐτοῦ, ἵνα ἀποδῷ αὐτοῖς τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο μετὰ πολλῆς δόξης καὶ χαρᾶς, ἐὰν τηρήσωσιν τὰ νόμιμα τοῦ θεοῦ, ἃ παρέλαβον ἐν μεγάλῃ πίστει.

「見よ、私が愛するもろもろの力の神は、強大な力と大いなる理解とをもって世界を創造し、栄光ある計らいによってその被造物に美しさをまとわせ、力強い言葉によって天を固く据え、地を水の上に基づけ、ご自身の知恵と摂理とによってその聖なる教会を創造し、これを祝福された。見よ、神は天を、山々を、丘々を、海々を移し、すべては神に選ばれた者たちのために平らになる。神が、大いなる栄光と喜びとをもって約束されたその約束を、彼らに果たすためである。もし彼らが、大いなる信仰をもって受け取った神の定めを守るならば。」