Pastor Mand.9.1.1
Λέγει μοι: Ἆρον ἀπὸ σεαυτοῦ τὴν διψυχίαν καὶ μὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ θεοῦ, λέγων ἐν σεαυτῷ ὅτι πῶς δύναμαι αἰτήσασθαι παρὰ τοῦ κυρίου καὶ λαβεῖν, ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν;
彼は私に言う。「お前自身から二心を取り除け。そして、神から何かを求めることについて、決して二心を抱いてはならない。『どうして私は主に求め、受け取ることができようか、これほど多くの罪を主に対して犯しておきながら』と、おのれのうちで言いながら」。
Pastor Mand.9.1.2
μὴ διαλογίζου ταῦτα, ἀλλ’ ἐξ ὅλης τῆς καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν κύριον καὶ αἰτοῦ παῤ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολλὴν εὐσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλίπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει.
「そのようなことを思い巡らすな。かえって、心を尽くして主に立ち返り、疑うことなく主に求めよ。そうすれば、主の大いなる憐れみを知るであろう。主はお前を決して見捨てず、お前の魂の求めを満たしてくださるからである」。
Pastor Mand.9.1.3
οὐκ ἔστι γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστι καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ.
「神は、恨みを抱く人間たちのようではなく、恨みを抱かない方であって、おのれの造った者たちを憐れまれるからである」。
Pastor Mand.9.1.4
σὺ οὖν καθάρισόν σου τὴν καρδίαν ἀπὸ πάντων τῶν ματαιωμάτων τοῦ αἰῶνος τούτου καὶ τῶν προειρημένων σοι ῥημάτων καὶ αἰτοῦ παρὰ τοῦ κυρίου, καὶ ἀπολήψῃ πάντα καὶ ἀπὸ πάντων τῶν αἰτημάτων σου ἀνυστέρητος ἔσῃ, ἐὰν ἀδιστάκτως αἰτήσῃς παρὰ τοῦ κυρίου.
「それゆえ、お前はこの世のあらゆる空しいことと、先にお前に語られた言葉どもから、おのれの心を清め、主に求めよ。そうすればすべてを受け取り、疑うことなく主に求めるなら、お前の求めのどれ一つとして欠けることはないであろう」。
Pastor Mand.9.1.5
ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου. οἱ γὰρ διστάζοντες εἰς τὸν θεόν, οὗτοί εἰσιν οἱ δίψυχοι καὶ οὐδὲν ὅλως ἐπιτυγχάνουσι τῶν αἰτημάτων αὐτῶν.
「しかし、もしお前が心のうちで疑うなら、お前は自分の求めのどれ一つとして決して受け取らないであろう。神に対して疑う者たち、その者たちこそ二心の者であり、彼らは自分の求めを何一つ得ることがないからである」。
Pastor Mand.9.1.6
οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν κύριον καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦνται, μηδὲν διψυχοῦντες. πᾶς γὰρ δίψυχος ἀνήρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται.
「しかし、信仰において全き者たちは、主に信頼してすべてを求め、そして受け取る。疑うことなく、少しも二心を抱かずに求めるからである。二心の者は誰であれ、悔い改めない限り、救われることは困難である」。
Pastor Mand.9.1.7
καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας, ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστι, καὶ πίστευε τῷ θεῷ, ὅτι πάντα τὰ αἰτήματά σου ἃ αἰτεῖς λήψῃ, καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι βραδύτερον λαμβάνῃς, μὴ διψυχήσῃς, ὅτι ταχὺ οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου: πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμά τι, ὃ σὺ ἀγνοεῖς, βραδύτερον λαμβάνεις τὸ αἴτημά σου.
「それゆえ、お前の心を二心から清め、信仰を身にまとえ。それは強いものだからである。そして神を信ぜよ。お前が求める求めのすべてを受け取るであろうと。そして、もしいつか主に求めて、その求めをより遅く受け取るとしても、二心を抱くな。お前の魂の求めをすぐに受け取らなかったからといって。それはひとえに、何らかの試みや、お前の知らない何らかの過ちのために、お前の求めをより遅く受け取っているのだから」。
Pastor Mand.9.1.8
σὺ οὖν μὴ διαλίπῃς αἰτούμενος τὸ αἴτημα τῆς ψυχῆς σου, καὶ λήψῃ αὐτό: ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, σεαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδόντα σοι.
「それゆえ、お前は自分の魂の求めを求め続けることをやめてはならない。そうすれば、それを受け取るであろう。しかし、もし気力を失い、求めながら二心を抱くなら、お前に与える方ではなく、お前自身を責めよ」。
Pastor Mand.9.1.9
βλέπε τὴν διψυχίαν ταύτην: πονηρὰ γάρ ἔστι καὶ ἀσύνετος καὶ πολλοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. καὶ γὰρ αὕτη ἡ διψυχία θυγάτηρ ἐστὶ τοῦ διαβόλου καὶ λίαν πονηρεύεται εἰς τοὺς δούλους τοῦ θεοῦ.
「この二心に気をつけよ。それは悪しきものであり、また理解を欠くものであって、多くの者を信仰から根こそぎにする。それも、いと信仰篤く強い者たちさえも。この二心は悪魔の娘であり、神の僕たちに対していたく悪をなすからである」。
Pastor Mand.9.1.10
καταφρόνησον οὖν τῆς διψυχίας καὶ κατακυρίευσον αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν: ἡ γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ, ἡ δὲ διψυχία μὴ καταπιστεύουσα ἑαυτῇ πάντων ἀποτυγχάνει τῶν ἔργων αὐτῇς ὧν πράσσει.
「それゆえ、強く力ある信仰を身にまとって、二心を見下し、あらゆる事においてこれを支配せよ。信仰はすべてを約束し、すべてを成し遂げる。しかし二心は、おのれ自身を信じきれないので、みずから行うすべての行いにおいて失敗する」。
Pastor Mand.9.1.11
βλέπεις οὖν, φησίν, ὅτι ἡ πίστις ἄνωθέν ἐστι παρὰ τοῦ κυρίου καὶ ἔχει δύναμιν μεγάλην: ἡ δὲ διψυχία ἐπίγειον πνεῦμά ἐστι παρὰ τοῦ διαβόλου, δύναμιν μὴ ἔχουσα.
「それゆえ、信仰は主のもとから上より来るものであり、大いなる力を持つが、二心は悪魔のもとから来る地上の霊であって、力を持たないことが、お前にも分かるであろう」と彼は言う。
Pastor Mand.9.1.12
σὺ οὖν δούλευε τῇ ἐχούσῃ δύναμιν τῇ πίστει καὶ ἀπὸ τῆς διψυχίας ἀπόσχου τῆς μὴ ἐχούσης δύναμιν, καὶ ζήσῃ τῷ θεῷ, καὶ πάντες ζήσονται τῷ θεῷ οἱ ταῦτα φρονοῦντες.
「それゆえ、お前は力を持つ信仰に仕え、力を持たない二心から遠ざかれ。そうすれば神に生きるであろう。そして、このように思う者は皆、神に生きるであろう」。