Pastor Vis.3.8.1
Ὅτε οὖν ἐπαυσάμην ἐρωτῶν αὐτὴν περὶ πάντων τούτων, λέγει μοι: Θέλεις ἄλλο ἰδεῖν; κατεπίθυμος ὢν τοῦ θεάσασθαι περιχαρὴς ἐγενόμην τοῦ ἰδεῖν.
こうして私がこれらすべてについて彼女に尋ねるのをやめた時、彼女は私に言う。「他のものを見たいか。」私は見ることを強く望んでいたので、見ることを大いに喜んだ。
Pastor Vis.3.8.2
ἐμβλέψασά μοι ὑπεμειδίασεν καὶ λέγει μοι: Βλέπεις ἑπτὰ γυναῖκας κύκλῳ τοῦ πύργου; Βλέπω, φημί, κυρία. Ὁ πύργος οὗτος ὑπὸ τούτων βαστάζεται κατ’ ἐπιταγὴν τοῦ κυρίου.
彼女は私を見つめてかすかに微笑み、私に言う。「塔の周りに七人の女が見えるか。」「見えます、婦人よ」と私は言う。「この塔は、主の命令によって、この者たちによって支えられている。」
Pastor Vis.3.8.3
ἄκουε νῦν τὰς ἐνεργείας αὐτῶν. ἡ μὲν πρώτη αὐτῶν, ἡ κρατοῦσα τὰς χεῖρας, Πίστις καλεῖται: διὰ ταύτης σώζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ.
「今、彼女たちの働きを聞くがよい。彼女たちのうち第一の者、手を組んでいる者は、信仰と呼ばれる。この者によって神の選ばれた者たちは救われる。」
Pastor Vis.3.8.4
ἡ δὲ ἑτέρα, ἡ περιεζωσμένη καὶ ἀνδριζομένη, Ἑγκράτεια καλεῖται: αὕτη θυγάτηρ ἐστὶν τῆς Πίστεως. ὃς ἂν οὖν ἀκολουθήσῃ αὐτῇ, μακάριος γίνεται ἐν τῇ ζωῇ αὐτοῦ, ὅτι πάντων τῶν πονηρῶν ἔργων ἀφέξεται, πιστεύων ὅτι, ἐὰν ἀφέξηται πάσης ἐπιθυμίας πονηρᾶς, κληρονομήσει ζωὴν αἰώνιον.
「他の女、帯を締めて雄々しく振る舞う者は、節制と呼ばれる。この者は信仰の娘である。それゆえ、この者に従う者は、その生において幸いな者となる。あらゆる悪しき業から離れるからであり、あらゆる悪しき欲望から離れるならば永遠の命を受け継ぐと信じているからである。」
Pastor Vis.3.8.5
Αἱ δὲ ἕτεραι, κυρία, τίνες εἰσίν; Θυγατέρες ἀλλήλων εἰσίν καλοῦνται δὲ ἡ μὲν Ἁπλότης, ἡ δὲ Ἐπιστήμη, ἡ δὲ Ἀκακία, ἡ δὲ Σεμνότης, ἡ δὲ Ἀγάπη. ὅταν οὖν τὰ ἔργα τῆς μητρὸς αὐτῶν πάντα ποιήσῃς, δύνασαι ζῆσαι.
「では、他の女たちは、婦人よ、誰なのですか。」「彼女たちは互いに娘であって、率直さ、学識、無邪気さ、謹厳さ、愛と呼ばれる。それゆえ、お前が彼女たちの母の業をすべて行うならば、生きることができる。」
Pastor Vis.3.8.6
Ἤθελον, φημί, γνῶναι, κυρία, τίς τίνα δύναμιν ἔχει αὐτῶν. Ἄκουε, φησίν, τὰς δυνάμεις, ἃς ἔχουσιν.
「婦人よ、彼女たちのうち誰がどんな力を持つのか知りたく思います」と私は言う。彼女は言う。「彼女たちが持つ力を聞くがよい。」
Pastor Vis.3.8.7
κρατοῦνται δὲ ὑπ’ ἀλλήλων αἱ δυνάμεις αὐτῶν καὶ ἀκολουθοῦσιν ἀλλήλαις, καθὼς καὶ γεγεννημέναι εἰσίν. ἐκ τῆς Πίστεως γεννᾶται Ἐγκράτεια, ἐκ τῆς Ἐγκρατείας Ἁπλότης, ἐκ τῆς Ἁπλότητος Ἀκακία, ἐκ τῆς Ἀκακίας Σεμνότης, ἐκ τῆς Σεμνότητος Ἐπιστήμη, ἐκ τῆς Ἐπιστήμης Ἀγάπη. τούτων οὖν τὰ ἔργα ἁγνὰ καὶ σεμνὰ καὶ θεῖά ἐστιν.
「彼女たちの力は互いに保たれており、彼女たちが生まれた通りに、互いに従っている。信仰から節制が生まれ、節制から率直さが、率直さから無邪気さが、無邪気さから謹厳さが、謹厳さから学識が、学識から愛が生まれる。それゆえ、これらの者たちの業は清く、謹厳で、神的である。」
Pastor Vis.3.8.8
ὃς ἂν οὖν δουλεύσῃ ταύταις καὶ ἰσχύσῃ κρατῆσαι τῶν ἔργων αὐτῶν, ἐν τῷ πύργῳ ἕξει τὴν κατοίκησιν μετὰ τῶν ἁγίων τοῦ θεοῦ.
「それゆえ、この者たちに仕え、彼女たちの業を保つ力を得る者は、塔の中に神の聖なる者たちと共に住まいを持つことになる。」
Pastor Vis.3.8.9
ἐπηρώτων δὲ αὐτὴν περὶ τῶν καιρῶν, εἰ ἤδη συντέλειά ἐστιν. ἡ δὲ ἀνέκραγε φωνῇ μεγάλῃ λέγουσα: Ἀσύνετε ἄνθρωπε, οὐχ ὁρᾷς τὸν πύργον ἔτι οἰκοδομούμενον; ὡς ἐὰν οὖν συντελεσθῇ ὁ πύργος οἰκοδομούμενος, ἔχει τέλος. ἀλλὰ ταχὺ ἐποικοδομηθήσεται. μηκέτι με ἐπερώτα μηδέν: ἀρκετή σοι ἡ ὑπόμνησις αὕτη καὶ τοῖς ἁγίοις καὶ ἡ ἀνακαίνωσις τῶν πνευμάτων ὑμῶν.
私は彼女に、時について、既に終末であるかどうかを尋ねていた。すると彼女は大声で叫んで言った。「理解を欠く人間よ、塔がまだ建てられている最中であるのが見えないのか。塔が建てられ終える時にこそ、終わりがある。しかし、じきに建て上げられるであろう。もう何も私に尋ねるな。お前にとっても、聖なる者たちにとっても、この想起と諸君の霊の刷新とで十分である。」
Pastor Vis.3.8.10
ἀλλ’ οὐ σοὶ μόνῳ ταῦτα ἀπεκαλύφθη, ἀλλ’ ἵνα πᾶσιν δηλώσῃς αὐτά,
「しかし、これはお前一人にのみ啓示されたのではなく、三日の後にすべての者に知らせるためである。」
Pastor Vis.3.8.11
μετὰ τρεῖς ἡμέρας, νοῆσαί σε γὰρ δεῖ πρῶτον. ἐντέλλομαι δέ σοι πρῶτον, Ἑρμᾶ, τὰ ῥήματα ταῦτα, ἅ σοι μέλλω λέγειν, λαλῆσαι αὐτὰ πάντα εἰς τὰ ὦτα τῶν ἁγίων, ἵνα ἀκούσαντες αὐτὰ καὶ ποιήσαντες καθαρισθῶσιν ἀπὸ τῶν πονηριῶν αὐτῶν καὶ σὺ δὲ μετ’ αὐτῶν.
「まずお前が悟らねばならないからである。まず、ヘルマスよ、私はお前に命じる。私がお前に語ろうとしているこれらの言葉を、すべて聖なる者たちの耳に語れ。彼らがこれを聞いて行い、自分たちの悪から清められるためであり、お前もまた彼らと共に清められるためである。」