ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.12, Caput III 戒め 12 第III章

Hermas · Pastor · 6 sectiones

Pastor Mand.12.3.1

1

Ἤθελον, φημί, κύριε, γνῶναι, ποίοις τρόποις με δεῖ δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. Ἄκουε, φησίν: ἔργασαι δικαιοσύνην καὶ ἀρετήν, ἀλήθειαν καὶ φόβον κυρίου, πίστιν καὶ πραότητα καὶ ὅσα τούτοις ὅμοιά ἐστιν ἀγαθά. ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ δοῦλος τοῦ θεοῦ καὶ ζήσῃ αὐτῷ: καὶ πᾶς, ὃς ἂν δουλεύσῃ τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ, ζήσεται τῷ θεῷ.

「主よ、私はどのような仕方で善き欲望に仕えるべきかを知りたいのです」と私は言う。「聞け」と彼は言う。「正義と徳、真理と主への畏れ、信仰と柔和、そしてこれらに似たすべての善きことを行え」。「これらのことを行うことによって、お前は神の心にかなう僕となり、神に生きるであろう。そして善き欲望に仕える者はみな、神に生きるであろう」。

Pastor Mand.12.3.2

2

συνετέλεσεν οὖν τὰς ἐντολὰς τὰς δώδεκα καὶ λέγει μοι: Ἔχεις τὰς ἐντολὰς ταύτας: πορεύου ἐν αὐταῖς καὶ τοὺς ἀκούοντας παρακάλει, ἵνα ἡ μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν.

彼は十二の戒めを終えて、私に言う。「お前はこれらの戒めを持っている。これらのうちを歩め。そして彼らの残りの生涯の日々において彼らの悔い改めが清いものとなるように、聞く者たちに勧めよ」。

Pastor Mand.12.3.3

3

τὴν διακονίαν ταύτην, ἥν σοι δίδωμι, ἐκτέλει ἐπιμελῶς, καὶ πολὺ ἐργάσῃ: εὑρήσεις γὰρ χάριν ἐν τοῖς μέλλουσι μετανοεῖν, καὶ πεισθήσονταί σου τοῖς ῥήμασιν: ἐγὼ γὰρ μετὰ σοῦ ἔσομαι καὶ ἀναγκάσω αὐτοὺς πεισθῆναί σοι .

「私がお前に与えるこの奉仕を、注意深く果たせ。そうすればお前は多くを成すであろう。悔い改めようとする者たちのうちで恩寵を見出すであろうし、彼らはお前の言葉に従うであろう。私はお前と共にいて、彼らがお前に従うように仕向けるからである」。

Pastor Mand.12.3.4

4

Λέγω αὐτῷ: Κύριε, αἱ ἐντολαὶ αὗται μεγάλαι καὶ καλαὶ καὶ ἔνδοξοί εἰσι καὶ δυνάμεναι εὐφρᾶναι καρδίαν ἀνθρώπου τοῦ δυναμένου τηρῆσαι αὐτάς. οὐκ οἶδα δέ, εἰ δύνανται αἱ ἐντολαὶ αὗται ὑπὸ ἀνθρώπου φυλαχθῆναι, διότι σκληραί εἰσι λίαν.

私は彼に言う。「主よ、これらの戒めは大いなるもの、麗しいもの、栄えあるものであり、これらを守ることができる人の心を喜ばせることができるものです。しかし、これらの戒めが人によって守られうるものかどうか、私には分かりません。それらは甚だ厳しいものだからです」。

Pastor Mand.12.3.5

5

ἀποκριθεὶς λέγει μοι: Ἐὰν σὺ σεαυτῷ προθῇς, ὅτι δύνανται φυλαχθῆναι, εὐκόλως αὐτὰς φυλάξεις καὶ οὐκ ἔσονται σκληραί: ἐὰν δὲ ἐπὶ τὴν καρδίαν σου ἤδη ἀναβῇ μὴ δύνασθαι αὐτὰς ὑπὸ ἀνθρώπου φυλαχθῆναι, οὐ φυλάξεις αὐτάς.

彼は答えて私に言う。「もしお前が、これらは守られうるものだと自分自身に定めるならば、お前はたやすくこれらを守るであろうし、これらは厳しいものではなくなるだろう。しかしもしお前の心に、これらは人によって守られえないという考えがすでに上って来るならば、お前はこれらを守らないであろう」。

Pastor Mand.12.3.6

6

νῦν δέ σοι λέγω: ἐὰν ταύτας μὴ φυλάξῃς, ἀλλὰ παρενθυμηθῇς, οὐχ ἕξεις σωτηρίαν οὔτε τὰ τέκνα σου οὔτε ὁ οἶκός σου. ἐπεὶ ἤδη σεαυτῷ κέκρικας τοῦ μὴ δύνασθαι τὰς ἐντολὰς ταύτας ὑπὸ ἀνθρώπου φυλαχθῆναι.

「今、私はお前に言う。もしお前がこれらを守らず、むしろ疎かに思うならば、お前もお前の子らも、お前の家も救いを得ないであろう。お前はすでに、これらの戒めは人によって守られえないと自分自身に判断してしまったのだから」。