Pastor Sim.8.6.1
Μετὰ τὸ πάντων κατανοῆσαι τὰς ῥάβδους τὸν ποιμένα λέγει μοι: Εἶπόν σοι, ὅτι τὸ δένδρον τοῦτο φιλόζωόν ἐστι. βλέπεις, φησί, πόσοι μετενόησαν καὶ ἐσώθησαν; Βλέπων, φημί, κύριε. Ἵνα ἴδῃς, φησί, τὴν πολυευσπλαγχνίαν τοῦ κυρίου, ὅτι μεγάλη καὶ ἔνδοξός ἐστι, καὶ ἔδωκε πνεῦμα τοῖς ἀξίοις οὖσι μετανοίας.
牧者がすべての枝をつぶさに見終えたのち、彼は私に言う。「私はお前に、この木は生命を愛するものだと言った。見ているか」と彼は言う、「どれほど多くの者が悔い改めて救われたかを」。「見ています、主よ」と私は言う。「それは、お前が主の深い憐れみを見るためである」と彼は言う、「その憐れみが大きく栄えあるものであること、また主が、悔い改めるにふさわしい者たちに霊を与えたことを見るためである」。
Pastor Sim.8.6.2
Διατί οὖν, φημί, κύριε, πάντες οὐ μετενόησαν; Ὧν εἶδε, φησί, τὴν καρδίαν μέλλουσαν καθαρὰν γενέσθαι καὶ δουλεύειν αὐτῷ ἐξ ὅλης καρδίας, τούτοις ἔδωκε τὴν μετάνοιαν: ὧν δὲ εἶδε τὴν δολιότητα καὶ πονηρίαν, μελλόντων ἐν ὑποκρίσει μετανοεῖν, ἐκείνοις οὐκ ἔδωκε μετάνοιαν, μήποτε πάλιν βεβηλώσωσι τὸ ὄνομα αὐτοῦ.
「それでは主よ」と私は言う、「なぜすべての者が悔い改めなかったのですか」。「主は、その心が清くなろうとしており、心を尽くして彼に仕えようとしているのを見た者たちには、悔い改めを与えた」と彼は言う、「しかし、その狡さと悪意を見て、偽善によって悔い改めようとしている者たちには、悔い改めを与えなかった。彼らが再び彼の名を汚すことのないように」。
Pastor Sim.8.6.3
λέγω αὐτῷ: Κύριε, νῦν οὖν μοι δήλωσον τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας, ποταπός τις αὐτῶν ἐστί. καὶ τὴν τούτων κατοικίαν, ἵνα ἀκούσαντες οἱ πιστεύσαντες καὶ εἰληφότες τὴν σφραγῖδα καὶ τεθλακότες αὐτὴν καὶ μὴ τηρήσαντες ὑγιῆ, ἐπιγνόντες τὰ ἑαυτῶν ἔργα μενανοήσωσι, λαβόντες ὑπὸ σοῦ σφραγῖδα, καὶ δοξάσωσι τὸν κύριον, ὅτι ἐσπλαγχνίσθη ἐπ’ αὐτοὺς καὶ ἀπέστειλέ σε τοῦ ἀνακαινίσαι τὰ πνεύματα αὐτῶν.
私は彼に言う。「主よ、それでは今、枝を渡した者たちについて、彼らのそれぞれがどのような者であるかを私に示してください」。「そして彼らの住まいも。それによって、信じて証印を受けながらそれを砕き、健全に保たなかった者たちが、これを聞いて自分自身の行いを認め、悔い改め、お前から証印を受け、主に栄光を帰すためです。主が彼らを憐れみ、彼らの霊を新たにするためにお前を遣わされたことを」。
Pastor Sim.8.6.4
Ἄκουε, φησίν: ὧν αἱ ῥάβδοι ξηραὶ καὶ βεβρωμέναι ὑπὸ σητὸς εὑρέθησαν, οὗτοί εἰσιν οἱ ἀποστάται καὶ προδόται τῆς ἐκκλησίας καὶ βλασφημήσαντες ἐν ταῖς ἁμαρτίαις αὐτῶν τὸν κύριον, ἔτι δὲ καὶ ἐπαισχυνθεντες τὸ ὄνομα κυρίου τὸ ἐπικληθὲν ἐπ’ αὐτούς. οὗτοι οὖν εἰς τέλος ἀπώλοντο τῷ θεῷ. βλέπεις δέ, ὅτι οὐδὲ εἷς αὐτῶν μετενόησε, καίπερ ἀκούσαντες τὰ ῥήματα, ἃ ἐλάλησας αὐτοῖς, ἅ σοι ἐνετειλάμην: ἀπὸ τῶν τοιούτων ἡ ζωὴ ἀπέστη.
「聞け」と彼は言う、「その枝が枯れて虫に食われたものであると分かった者たち、これらは背教者であり、教会の裏切り者であり、自分の罪によって主を冒瀆した者たちであり、さらに、自分たちの上に呼ばれた主の名を恥じた者たちである」。「これらの者たちは、こうして神にとって完全に滅んだのである。見ているとおり、彼らのうち誰一人として悔い改めなかった。私がお前に命じ、お前が彼らに語った言葉を聞いていながらである。このような者たちからは、命が離れ去ったのだ」。
Pastor Sim.8.6.5
οἱ δὲ τὰς ξηρὰς καὶ ἀσήπτους ἐπιδεδωκότες, καὶ οὗτοι ἐγγὺς αὐτῶν: ἦσαν γὰρ ὑποκριταὶ καὶ διδαχὰς ξένας εἰσφέροντες καὶ ἐκστρέφοντες τοὺς δούλους τοῦ θεοῦ, μάλιστα δὲ τοὺς ἡμαρτηκότας, μὴ ἀφιέντες μετανοεῖν αὐτούς, ἀλλὰ ταῖς διδαχαῖς ταῖς μωραῖς πείθοντες αὐτούς. οὗτοι οὖν ἔχουσιν ἐλπίδα τοῦ μετανοῆσαι.
「枯れてはいるが腐っていない枝を渡した者たち、彼らもまたそれに近い者たちである。彼らは偽善者であり、異質な教えを持ち込んで、神の僕たちを、とりわけ罪を犯した者たちを惑わし、彼らが悔い改めることを許さず、愚かな教えによって彼らを説き伏せていたからである」。「だから彼らには悔い改める望みがある。」
Pastor Sim.8.6.6
βλέπεις δὲ πολλοὺς ἐξ αὐτῶν καὶ μετανενοηκότας, ἀφ̓ ἧς ἐλάλησα αὐτοῖς τὰς ἐντολάς μου: καὶ ἔτι μετανοήσουσιν. ὅσοι δὲ οὐ μετανοήσουσιν, ἀπώλεσαν τὴν ζωὴν αὐτῶν. ὅσοι δὲ μετενόησαν ἐξ αὐτῶν, ἀγαθοὶ ἐγένοντο, καὶ ἐγένετο ἡ κατοικία αὐτῶν εἰς τὰ τείχη τὰ πρῶτα: τινὲς δὲ καὶ εἰς τὸν πύργον ἀνέβησαν. βλέπεις οὖν, φησίν, ὅτι ἡ μετάνοια τῶν ἁμαρτιῶν ζωὴν ἔχει, τὸ δὲ μὴ μετανοῆσαι θάνατον.
「お前は、私が彼らに私の戒めを語ってからのち、彼らのうち多くの者が悔い改めたのを見ている。そしてなお悔い改めるであろう。しかし悔い改めない者たちは、自分の命を失ったのである」。「彼らのうち悔い改めた者たちは、善き者となり、彼らの住まいは第一の城壁に定まった。ある者たちはさらに塔にまで上った。だから分かるだろう」と彼は言う、「罪の悔い改めは命を持ち、悔い改めないことは死を持つということが」。