Pastor Sim.8.5.1
Εἶτα ἐπεδίδουν οἱ τὰς ῥάβδους χλωρὰς μὲν ἔχοντες, σχισμὰς δὲ ἐχούσας: οὗτοι πάντες χλωρὰς ἐπέδωκαν καὶ ἔστησαν εἰς τὸ ἴδιον τάγμα. ἐχάρη δὲ ὁ ποιμὴν ἐπὶ τούτοις, ὅτι πάντες ἠλλοιώθησαν καὶ ἀπέθεντο τὰς σχισμὰς αὐτῶν.
それから、青いが裂け目のある枝を持つ者たちが渡した。彼らは皆、青い枝を渡し、自分の組へと立った。牧者はこれらの者たちのことを喜んだ。彼らが皆変わって、自分たちの裂け目を取り除いたからである。
Pastor Sim.8.5.2
ἐπέδωκαν δὲ καὶ οἱ τὸ ἥμισυ χλωρόν, τὸ δὲ ἥμισυ ξηρὸν ἔχοντες: τινῶν οὖν εὑρέθησαν αἱ ῥάβδοι ὁλοτελῶς χλωραί, τινῶν ἡμίξηροι, τινῶν ξηραὶ καὶ βεβρωμέναι, τινῶν δὲ χλωραὶ καὶ παραφυάδας ἔχουσαι: οὗτοι πάντες ἀπελύθησαν ἕκαστος πρὸς τὸ τάγμα αὐτοῦ.
半分が青く半分が枯れた枝を持つ者たちも渡した。すると、ある者たちの枝は全く青いものと分かり、ある者たちのものは半ば枯れたもの、ある者たちのものは枯れて虫に食われたもの、またある者たちのものは青くて若枝のあるものであった。彼らは皆、それぞれ自分の組へと送り出された。
Pastor Sim.8.5.3
εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη χλωρὰ ἔχοντες, τὸ δὲ τρίτον ξηρόν. πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν, πολλοὶ δὲ ἡμιξήρους, ἕτεροι δὲ ξηρὰς καὶ βεβρωμένας: οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα.
それから、三分の二が青く、三分の一が枯れたものを持つ者たちが渡した。彼らのうち多くの者は青い枝を渡し、多くの者は半ば枯れた枝を渡し、また別の者たちは枯れて虫に食われた枝を渡した。彼らは皆、自分の組へと立った。
Pastor Sim.8.5.4
εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη ξηρὰ ἔχοντες, τὸ δὲ τρίτον χλωρόν: πολλοὶ ἐξ αὐτῶν ἡμιξήρους ἐπέδωκαν, τινὲς δὲ ξηρὰς καὶ βεβρωμένας, ἕτεροι δὲ ἡμιξήρους, καὶ σχισμὰς ἐχούσας, ὀλίγοι δὲ χλωράς: οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα.
それから、三分の二が枯れ、三分の一が青いものを持つ者たちが渡した。彼らのうち多くの者は半ば枯れた枝を渡し、ある者たちは枯れて虫に食われた枝を渡し、また別の者たちは半ば枯れて裂け目のある枝を渡し、少数の者は青い枝を渡した。彼らは皆、自分の組へと立った。
Pastor Sim.8.5.5
ἐπέδωκαν δὲ οἱ τὰς ῥάβδους αὐτῶν χλωρὰς ἐσχηκότες, ἐλάχιστον δὲ ξηρὸν καὶ σχισμὰς ἐχούσας: ἐκ τούτων τινὲς χλωρὰς ἐπέδωκαν, τινὲς δὲ χλωρὰς καὶ παραφυάδας: ἀπῆλθον καὶ οὗτοι εἰς τὸ τάγμα αὐτῶν.
自分の枝が青く、ただごくわずか枯れていて、裂け目のある者たちも渡した。彼らのうちある者たちは青い枝を渡し、またある者たちは青くて若枝のある枝を渡した。彼らも自分の組へと行った。
Pastor Sim.8.5.6
εἶτα ἐπέδωκαν οἱ ἐλάχιστον ἔχοντες χλωρόν, τὰ δὲ λοιπὰ μέρη ξηρά: τούτων αἱ ῥάβδοι εὑρέθησαν τὸ πλεῖστον μέρος χλωραὶ καὶ παραφυάδας ἔχουσαι καὶ καρπὸν ἐν ταῖς παραφυάσι, καὶ ἕτεραι χλωραὶ ὅλαι. ἐπὶ ταύταις ταῖς ῥάβδοις ἐχάρη ὁ ποιμὴν λίαν μεγάλως, ὅτι οὕτως εὑρέθησαν. ἀπῆλθον δὲ οὗτοι ἕκαστος εἰς τὸ ἴδιον τάγμα.
それから、ごくわずかだけが青く、残りの部分は枯れている者たちが渡した。彼らの枝は、その大部分が青くて若枝があり、その若枝に実のついたものであり、またほかのものは全体が青いものであると分かった。牧者はこれらの枝がこのようであったことを、非常に大きく喜んだ。彼らはそれぞれ自分の組へと行った。