Pastor Vis.3.4.1
Ἀποκριθεὶς λέγω αὐτῇ: Κυρία, μεγάλως καὶ θαυμαστῶς ἔχει τὸ πρᾶγμα τοῦτο: οἱ δὲ νεανίσκοι οἱ ἓξ οἱ οἰκοδομοῦντες, τίνες εἰσίν. κυρία; Οὗτοί εἰσιν οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ οἱ πρῶτοι κτισθέντες, οἷς παρέδωκεν ὁ κύριος πᾶσαν τὴν κτίσιν αὐτοῦ αὔξειν καὶ οἰκοδομεῖν καὶ δεσπόζειν τῆς κτίσεως πάσης: διὰ τούτων οὖν τελεσθήσεται ἡ οἰκοδομὴ τοῦ πύργου.
私は答えて彼女に言った。「奥方よ、この事は大いなる、驚くべきものです。ですが、建てているあの六人の若者たちは誰なのですか、奥方よ。」「この者たちは、最初に創られた神の聖なる天使たちである。主は彼らに、ご自身のすべての被造物を、増やし、建て、そのすべての被造物を治めるよう委ねられた。彼らを通して、塔の建造は完成されるであろう。」
Pastor Vis.3.4.2
Οἱ δὲ ἕτεροι οἱ παραφέροντες τοὺς λίθους, τίνες εἰσίν; Καὶ αὐτοὶ ἅγιοι ἄγγελοι τοῦ θεοῦ: οὗτοι δὲ οἱ ἓξ ὑπερέχοντες αὐτούς εἰσιν: συντελεσθήσεται οὖν ἡ οἰκοδομὴ τοῦ πύργου, καὶ πάντες ὁμοῦ εὐφρανθήσονται κύκλῳ τοῦ πύργου καὶ δοξάσουσιν τὸν θεόν, ὅτι ἐτελέσθη ἡ οἰκοδομὴ τοῦ πύργου.
「では、石を運んでいる他の者たちは誰なのですか。」「彼らもまた神の聖なる天使である。だが、あの六人はそれらの者たちより優れている。塔の建造は完成し、皆が一つになって塔の周りで喜び、神を讃えるであろう。塔の建造が完成したからである。」
Pastor Vis.3.4.3
ἐπηρώτησα αὐτὴν λέγων: Κυρία, ἤθελον γνῶναι τῶν λίθων τὴν ἔξοδον καὶ τὴν δύναμιν αὐτῶν, ποταπή ἐστιν. ἀποκριθεῖσά μοι λέγει: Οὐχ ὅτι σὺ ἐκ πάντων ἀξιώτερος εἶ, ἵνα σοι ἀποκαλυφθῇ. ἄλλοι γάρ σου πρότεροί εἰσιν καὶ βελτίονές σου, οἷς ἔδει ἀποκαλυφθῆναι τὰ ὁράματα ταῦτα: ἀλλ’ ἵνα δοξασθῇ τὸ ὄνομα τοῦ θεοῦ, σοὶ ἀπεκαλύφθη καὶ ἀποκαλυφθήσεται διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστιν ταῦτα ἢ οὐκ ἔστιν. λέγε αὐτοῖς, ὅτι ταῦτα πάντα ἐστὶν ἀληθῆ καὶ οὐθὲν ἔξωθέν ἐστιν τῆς ἀληθείας, ἀλλὰ πάντα ἰσχυρὰ καὶ βέβαια καὶ τεθεμελιωμένα ἐστίν.
私は彼女に尋ねて言った。「奥方よ、私は石の由来と、その力がどのようなものであるかを知りたいのです。」彼女は私に答えて言う。「お前がそれを啓示されるほど、すべての者の中で最も相応しいからではない。お前より先に、お前より優れた者たちがいる。彼らにこそ、これらの幻が啓示されるべきであった。だが、神の御名が栄光を受けるために、お前に啓示された、また啓示されるであろう。それは、二心の者たち――心の中で、これらのことが本当にあるのか、それとも無いのかと思い巡らす者たち――のためである。彼らに言え、これらすべては真であり、何一つ真理の外にあるものはなく、すべては強固で確かで、基礎の据えられたものである、と。」