Pastor Sim.9.14.1
Τί οὖν, φημί, κύριε, ἐὰν οὗτοι οἱ ἄνθρωποι, τοιοῦτοι ὄντες, μετανοήσωσι καὶ ἀποβάλωσι τὰς ἐπιθυμίας τῶν γυναικῶν τούτων, καὶ ἐπανακάμψωσιν ἐπὶ τὰς παρθένους καὶ ἐν τῇ δυνάμει αὐτῶν καὶ ἐν τοῖς ἔργοις αὐτῶν πορευθῶσιν, οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον τοῦ θεοῦ;
「では主よ、もしこのような人々が、悔い改めて、この女たちへの欲望を捨て、乙女たちのもとに立ち返り、彼女たちの力のうちに、彼女たちの業のうちに歩むなら、彼らは神の家に入らないのですか」と私は言った。
Pastor Sim.9.14.2
Εἰσελεύσονται, φησίν, ἐὰν τούτων τῶν γυναικῶν ἀποβάλωσι τὰ ἔργα, τῶν δὲ παρθένων ἀναλάβωσι τὴν δύναμιν καὶ ἐν τοῖς ἔργοις αὐτῶν πορευθῶσι: διὰ τοῦτο γὰρ καὶ τῆς οἰκοδομῆς ἀνοχὴ ἐγένετο, ἵνα, ἐὰν μετανοήσωσιν οὗτοι, ἀπέλθωσιν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου. ἐὰν δὲ μὴ μετανοήσωσι, τότε ἄλλοι εἰσελεύσονται, καὶ οὗτοι εἰς τέλος ἐκβληθήσονται.
「彼らは入るであろう」と彼は言う、「もし彼らがこれらの女たちの業を捨て、乙女たちの力を取り戻し、彼女たちの業のうちに歩むなら。それゆえにこそ、建造にも中断が置かれたのだ。彼らが悔い改めるなら、塔の建物へ行けるように」。「しかし、もし彼らが悔い改めないなら、そのときは他の者たちが入るであろう。」
Pastor Sim.9.14.3
ἐπὶ τούτοις πᾶσιν ηὐχαρίστησα τῷ κυρίῳ, ὅτι ἐσπλαγχνίσθη ἐπὶ πᾶσι τοῖς ἐπικαλουμένοις τῷ ὀνόματι αὐτοῦ καὶ ἐξαπέστειλε τὸν ἄγγελον τῆς μετανοίας εἰς ἡμᾶς τοὺς ἁμαρτήσαντας εἰς αὐτὸν καὶ ἀνεκαίνισεν ἡμῶν τὸ πνεῦμα καὶ ἤδη κατεφθαρμένων ἡμῶν καὶ μὴ ἐχόντων ἐλπίδα τοῦ ζῆν ἀνενέωσε τὴν ζωὴν ἡμῶν.
「そして彼らは決定的に投げ出されるであろう」。私はこれらすべてのことについて主に感謝を捧げた。主は、その名を呼び求めるすべての者を憐れみ、悔い改めの天使を、主に対して罪を犯した我々のもとに遣わし、我々の霊を新たにされ、既に朽ち果て、生きる望みを持たなかった我々に、命を新たにしてくださったからである。
Pastor Sim.9.14.4
Νῦν, φημί, κύριε, δήλωσόν μοι, διατί ὁ πύργος χαμαὶ οὐκ ᾠκοδόμηται, ἀλλ’ ἐπὶ τὴν πέτραν καὶ ἐπὶ τὴν πύλην. Ἔτι, φησίν, ἄφρων εἶ καὶ ἀσύνετος; Ἀνάγκην ἔχω, φημί, κύριε, πάντα ἐπερωτᾶν σε, ὅτι οὐδ’ ὅλως οὐδὲν δύναμαι νοῆσαι: τὰ γὰρ πάντα μεγάλα καὶ ἔνδοξά ἐστι καὶ δυσνόητα τοῖς ἀνθρώποις.
「さて主よ、なぜ塔は地面にではなく、岩と門の上に建てられているのですか、私に示してください」と私は言った。「お前はまだ愚かで理解を欠いているのか」と彼は言う。「主よ、私はどうしてもすべてをお前に尋ねずにはいられません。何一つ全く悟れないからです。すべてが大きく、栄えあり、人間には悟りがたいことだからです」と私は言った。
Pastor Sim.9.14.5
Ἄκουε, φησί: τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ μέγα ἐστὶ καὶ ἀχώρητον καὶ τὸν κόσμον ὅλον βαστάζει. εἰ οὖν πᾶσα ἡ κτίσις διὰ τοῦ υἱοῦ τοῦ θεοῦ βαστάζεται, τί δοκεῖς τοὺς κεκλημένους ὑπ’ αὐτοῦ καὶ τὸ ὄνομα φοροῦντας τοῦ υἱοῦ τοῦ θεοῦ καὶ πορευομένους ταῖς ἐντολαῖς αὐτοῦ;
「聞け」と彼は言う、「神の子の名は大きく、容れきれぬものであって、全世界を支えている」。「もし全被造物が神の子によって支えられているなら、彼によって召され、神の子の名を身にまとい、その戒めのうちを歩む者たちを、どう思うか。」
Pastor Sim.9.14.6
βλέπεις οὖν, ποίους βαστάζει; τοὺς ἐξ ὅλης καρδίας φοροῦντας τὸ ὄνομα αὐτοῦ. αὐτὸς οὖν θεμέλιος αὐτοῖς ἐγένετο καὶ ἡδέως αὐτοὺς βαστάζει, ὅτι οὐκ ἐπαισχύνονται τὸ ὄνομα αὐτοῦ φορεῖν.
「では、彼がどのような者たちを支えているか、お前には見えるか。心を尽くしてその名を身にまとう者たちである」。「それゆえ、御子自身が彼らの土台となり、喜んで彼らを支える。彼らはその名を身にまとうことを恥じないからである」。