Pastor Vis.4.1.1
Ἣν εἶδον, ἀδελφοί, μετὰ ἡμέρας εἴκοσι τῆς προτέρας ὁράσεως τῆς γενομένης, εἰς τύπον τῆς θλίψεως τῆς ἐπερχομένης.
兄弟たちよ、私が見たこの幻は、先の幻が起こってから二十日の後のものであり、来たりつつある苦難のひな型としてのものであった。
Pastor Vis.4.1.2
ὑπῆγον εἰς ἀγρὸν τῇ ὁδῷ τῇ καμπανῇ. ἀπὸ τῆς ὁδοῦ τῆς δημοσίας ἐστὶν ὡσεὶ στάδια δέκα: ῥᾳδίως δὲ ὁδεύεται ὁ τόπος.
私はカンパニア街道を通って畑へ出かけた。そこは公道からおよそ十スタディオンほどの所にある。その場所は容易に行くことができる。
Pastor Vis.4.1.3
μόνος οὖν περιπατῶν ἀξιῶ τὸν κύριον, ἵνα τὰς ἀποκαλύψεις καὶ τὰ ὁράματα, ἅ μοι ἔδειξεν διὰ τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ, τελειώσῃ, ἵνα με ἰσχυροποιήσῃ καὶ δῷ τὴν μετάνοιαν τοῖς δούλοις αὐτοῦ τοῖς ἐσκανδαλισμένοις, ἵνα δοξασθῇ τὸ ὄνομα αὐτοῦ τὸ μέγα καὶ ἔνδοξον, ὅτι με ἄξιον ἡγήσατο τοῦ δεῖξαί μοι τὰ θαυμάσια αὐτοῦ.
一人で歩きながら、私は主に願った。主がその聖なる教会を通して私に示された啓示と幻を完成してくださるように、私を強めてくださるように、そしてつまずいた僕たちに悔い改めを与えてくださるように。それは、主が私をその驚くべき業を示すにふさわしい者と見なされたゆえに、その大いなる栄えある御名が栄光を受けるためである。
Pastor Vis.4.1.4
καὶ δοξάζοντός μου καὶ εὐχαριστοῦντος αὐτῷ, ὡς ἦχος φωνῆς μοι ἀπεκρίθη: Μὴ διψυχήσεις, Ἑρμᾶ. ἐν ἐμαυτῷ ἠρξάμην διαλογίζεσθαι καὶ λέγειν: Ἐγὼ τί ἔχω διψυχῆσαι, οὕτω τεθεμελιωμένος ὑπὸ τοῦ κυρίου καὶ ἰδὼν ἔνδοξα πράγματα;
私が主を讃美し、感謝を捧げていると、声の響きのようなものが私に答えた。「二心を抱くな、ヘルマスよ。」私は自分の内で考え始めて言った。「主によってこのように据えられ、栄えある事柄を見た私が、どうして二心を抱くことがあろうか。」
Pastor Vis.4.1.5
καὶ προσέβην μικρόν, ἀδελφοί, καὶ ἰδού, βλέπω κονιορτὸν ὡς εἰς τὸν οὐρανὸν καὶ ἠρξάμην λέγειν ἐν ἐμαυτῷ: Μήποτε κτήνη ἔρχονται καὶ κονιορτὸν ἐγείρουσιν; οὕτω δὲ ἦν ἀπ’ ἐμοῦ ὡς ἀπὸ σταδίου.
兄弟たちよ、私は少し進んだ。すると見よ、私は天にまで届くような土埃を見た。私は自分の内で言い始めた。「家畜がやって来て土埃を巻き上げているのではないか。」それは私からおよそ一スタディオンほどの所にあった。
Pastor Vis.4.1.6
γινομένου μείζονος καὶ μείζονος κονιορτοῦ ὑπενόησα εἶναί τι θεῖον: μικρὸν ἐξέλαμψεν ὁ ἥλιος καὶ ἰδού, βλέπω θηρίον μέγιστον ὡσεὶ κῆτός τι, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἀκρίδες πύριναι ἐξεπορεύοντο: ἦν δὲ τὸ θηρίον τῷ μήκει ὡσεὶ ποδῶν ρ, τὴν δὲ κεφαλὴν εἶχεν ὡσεὶ κεράμου.
土埃がますます大きくなるので、私は何か神的なものであろうと思った。太陽が少し輝き出した。すると見よ、私は海の巨獣のような、この上なく大きな獣を見た。その口からは火のようないなごが出て来ていた。その獣は長さがおよそ百フィートほどあり、頭は瓦のような形をしていた。
Pastor Vis.4.1.7
καὶ ἠρξάμην κλαίειν καὶ ἐρωτᾶν τὸν κύριον, ἵνα με λυτρώσηται ἐξ αὐτοῦ: καὶ ἐπανεμνήσθην τοῦ ῥήματος οὗ ἀκηκόειν: Μὴ διψυχήσεις, Ἑρμᾶ.
私は泣き始め、主に、その獣から私を救い出してくださるように願った。そして私は、自分が聞いた言葉を思い起こした。「二心を抱くな、ヘルマスよ。」
Pastor Vis.4.1.8
ἐνδυσάμενος οὖν, ἀδελφοί, τὴν πίστιν τοῦ κυρίου καὶ μνησθεὶς ὧν ἐδίδαξέν με μεγαλείων, θαρσήσας εἰς τὸ θηρίον ἐμαυτὸν ἔδωκα. οὕτω δὲ ἤρχετο τὸ θηρίον ῥοίζῳ, ὥστε δύνασθαι αὐτὸ πόλιν λυμᾶναι.
それゆえ兄弟たちよ、私は主の信仰を身に着け、主が私に教えられた偉大な業を思い起こし、勇気を出してその獣に自分自身を委ねた。その獣は、都市を滅ぼすことができるほどの勢いで、唸りを立てながらやって来た。
Pastor Vis.4.1.9
ἔρχομαι ἐγγὺς αὐτοῦ, καὶ τὸ τηλικοῦτο κῆτος ἐκτείνει ἑαυτὸ χαμαὶ καὶ οὐδὲν εἰ μὴ τὴν γλῶσσαν προέβαλλεν καὶ ὅλως οὐκ ἐκινήθη, μέχρις ὅτε παρῆλθον αὐτό:
私がそれに近づくと、その巨大な海の巨獣は地に身を伸ばし、舌を突き出す以外は何もせず、私がそれを通り過ぎるまで全く動かなかった。
Pastor Vis.4.1.10
εἶχεν δὲ τὸ θηρίον ἐπὶ τῆς κεφαλῆς χρώματα τέσσαρα: μέλαν, εἶτα πυροειδὲς καὶ αἱματῶδες, εἶτα χρυσοῦν, εἶτα λευκόν.
その獣は頭に四つの色を持っていた。黒、それから火のような血のような色、それから金色、それから白であった。