Pastor Mand.4.1.1
Ἐντέλλομαί σοι, φησίν, φυλάσσειν τὴν ἁγνείαν, καὶ μὴ ἀναβαινέτω σου ἐπὶ τὴν καρδίαν περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας τινὸς ἢ περὶ τοιούτων τινῶν ὁμοιωμάτων πονηρῶν. τοῦτο γὰρ ποιῶν μεγάλην ἁμαρτίαν ἐργάζῃ. τῆς δὲ σῆς μνημονεύων πάντοτε γυναικὸς οὐδέποτε διαμαρτήσεις.
「純潔を守るよう、私はお前に命じる」と彼は言う。「他人の妻のことも、いかなる淫行のことも、そのような悪しき類のことも、お前の心に上らせてはならない。これを行えば、お前は大きな罪を犯すことになるのだから」。「常におのれの妻を思っていれば、お前は決して過ちを犯すことはない。」
Pastor Mand.4.1.2
ἐὰν γὰρ αὕτη ἡ ἐνθύμησις ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, διαμαρτήσεις, καὶ ἐὰν ἕτερα οὕτως πονηρά, ἁμαρτίαν ἐργάζῃ: ἡ γὰρ ἐνθύμησις αὕτη θεοῦ δούλῳ ἁμαρτία μεγάλη ἐστίν: ἐὰν δέ τις ἐργάσηται τὸ ἔργον τὸ πονηρὸν τοῦτο, θάνατον ἑαυτῷ κατεργάζεται.
「だが、この思いがお前の心に上るなら、お前は過ちを犯す。ほかにもこのような悪しきことがあれば、お前は罪を犯すことになる。この思いは、神の僕にとって大きな罪である。もし誰かがこの悪しき行いをなすなら、その者は自分自身に死をもたらす」。
Pastor Mand.4.1.3
βλέπε οὖν σύ: ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης: ὅπου γὰρ σεμνότης κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφείλει ἀναβαίνειν ἐπὶ καρδίαν ἀνδρὸς δικαίου.
「だから、気をつけよ。この思いから遠ざかれ。謹厳さが宿るところには、不法が正しい人の心に上ってはならないのだから」。
Pastor Mand.4.1.4
λέγω αὐτῷ: Κύριε, ἐπίτρεψόν μοι ὀλίγα ἐπερωτῆσαί σε. Λέγε, φησίν. Κύριε, φημί, εἰ γυναῖκα ἔχῃ τις πιστὴν ἐν κυρίῳ καὶ ταύτην εὕρῃ ἐν μοιχείᾳ τινί, ἆρα ἁμαρτάνει ὁ ἀνὴρ συνζῶν μετ’ αὐτῆς;
私は彼に言う。「主よ、少しお尋ねする許しをください」。「言え」と彼は言う。「主よ」と私は言う、「もし誰かが主にあって信ずる妻を持ち、その妻がある姦淫の中にあるのを見出したなら、その妻と共に住み続ける夫は罪を犯すのでしょうか」。
Pastor Mand.4.1.5
Ἄχρι τῆς ἀγνοίας, φησίν, οὐχ ἁμαρτάνει: ἐὰν δὲ γνῷ ὁ ἀνὴρ τὴν ἁμαρτίαν αὐτῆς καὶ μὴ μετανοήσῃ ἡ γυνή, ἀλλ’ ἐπιμένῃ τῇ πορνείᾳ αὐτῆς καὶ συνζῇ ὁ ἀνὴρ μετ’ αὐτῆς, ἔνοχος γίνεται τῆς ἁμαρτίας αὐτῆς καὶ κοινωνὸς τῆς μοιχείας αὐτῆς.
「知らずにいる間は罪を犯さない」と彼は言う。「しかし、夫が妻の罪を知り、妻が悔い改めずにその淫行にとどまり、それでも夫がその妻と共に住み続けるなら、夫は妻の罪の責めを負う者となり、その姦淫にあずかる者となる」。
Pastor Mand.4.1.6
Τί οὖν, φημί, κύριε, ποιήσῃ ὁ ἀνήρ, ἐὰν ἐπιμείνῃ τῷ πάθει τούτῳ ἡ γυνή; Ἀπολυσάτω, φησίν, αὐτὴν καὶ ὁ ἀνὴρ ἐφ̓ ἑαυτῷ μενέτω: ἐὰν δὲ ἀπολύσας τὴν γυναῖκα ἑτέραν γαμήσῃ, καὶ αὐτὸς μοιχᾶται.
「それでは主よ」と私は言う、「妻がこの情念にとどまるなら、夫はどうすればよいのでしょうか」。「妻を離縁し、夫はおのれ一人にとどまるがよい」と彼は言う。「しかし、妻を離縁したのちに他の女を娶るなら、夫もまた姦淫を犯すのである」。
Pastor Mand.4.1.7
Ἐὰν οὖν, φημί, κύριε, μετὰ τὸ ἀπολυθῆναι τὴν γυναῖκα μετανοήσῃ ἡ γυνὴ καὶ θελήσῃ ἐπὶ τὸν ἑαυτῆς ἄνδρα ὑποστρέψαι, οὐ παραδεχθήσεται;
「それでは主よ」と私は言う、「妻が離縁されたのちに悔い改め、自分の夫のもとに帰りたいと望むなら、迎え入れられないのでしょうか」。
Pastor Mand.4.1.8
Καὶ μήν, φησίν, ἐὰν μὴ παραδέξηται αὐτὴν ὁ ἀνήρ, ἁμαρτάνει καὶ μεγάλην ἁμαρτίαν ἑαυτῷ ἐπισπᾶται, ἀλλὰ δεῖ παραδεχθῆναι τὸν ἡμαρτηκότα καὶ μετανοοῦντα, μὴ ἐπὶ πολὺ δέ: τοῖς γὰρ δούλοις τοῦ θεοῦ μετάνοιά ἐστιν μία. διὰ τὴν μετάνοιαν οὖν οὐκ ὀφείλει γαμεῖν ὁ ἀνήρ. αὕτη ἡ πρᾶξις ἐπὶ γυναικὶ καὶ ἀνδρὶ κεῖται.
「まことに」と彼は言う、「もし夫がその妻を迎え入れないなら、夫は罪を犯し、大きな罪を自分自身に招き寄せる。罪を犯した者であっても悔い改める者は迎え入れられねばならない。ただし、たびたびではない。神の僕たちには悔い改めは一度だけだからである。それゆえ、この悔い改めのために、夫は他の女を娶ってはならない」。「この行いは、妻についても夫についても同じく定められている」。
Pastor Mand.4.1.9
οὐ μόνον, φησίν, μοιχεία ἐστίν, ἐάν τις τὴν σάρκα αὐτοῦ μιάνῃ, ἀλλὰ καὶ ὃς ἂν τὰ ὁμοιώματα ποιῇ τοῖς ἔθνεσιν, μοιχᾶται. ὥστε καὶ ἐν τοῖς τοιούτοις ἔργοις ἐὰν ἐμμένῃ τις καὶ μὴ μετανοῇ, ἀπέχου ἀπ’ αὐτοῦ καὶ μὴ συνζῆθι αὐτῷ: εἰ δὲ μή, καὶ σὺ μέτοχος εἶ τῆς ἀμαρτίας αὐτοῦ.
「姦淫とは、誰かが自分の肉を汚す場合だけをいうのではない」と彼は言う。「異邦人たちのする類のことをなす者もまた、姦淫を犯しているのである」。「それゆえ、このような行いにとどまり、悔い改めない者があれば、その者から遠ざかり、共に住んではならない。さもなくば、お前もその罪にあずかる者となる。」
Pastor Mand.4.1.10
διὰ τοῦτο προσετάγη ὑμῖν ἐφ̓ ἑαυτοῖς μένειν, εἴτε ἀνὴρ εἴτε γυνή: δύναται γὰρ ἐν τοῖς τοιούτοις μετάνοια εἶναι.
「それゆえ、夫であれ妻であれ、おのれ一人にとどまるようにと諸君に命じられたのである。このような場合には悔い改めがありうるのだから」。
Pastor Mand.4.1.11
ἐγὼ οὖν, φησίν, οὐ δίδωμι ἀφορμήν, ἵνα αὕτη ἡ πρᾶξις οὕτως συντελῆται, ἀλλὰ εἰς τὸ μηκέτι ἁμαρτάνειν τὸν ἡμαρτηκότα. περὶ δὲ τῆς προτέρας ἁμαρτίας αὐτοῦ ἔστιν ὁ δυνάμενος ἴασιν δοῦναι: αὐτὸς γάρ ἐστιν ὁ ἔχων πάντων τὴν ἐξουσίαν.
「それゆえ私は」と彼は言う、「この行いがこのように成し遂げられるための機会を与えているのではなく、罪を犯した者がもはや罪を犯さないためにこう言うのである。その者の以前の罪については、癒しを与えることのできる方がおられる。すべてに対する権能を持っておられるのは、その方だからである」。