Pastor Sim.5.5.1
Εἶπόν σοι, φησί, καὶ ἄρτι, ὅτι πανοῦργος εἶ καὶ αὐθάδης, ἐπερωτῶν τὰς ἐπιλύσεις τῶν παραβολῶν. ἐπειδὴ δὲ οὕτω παράμονος εἶ, ἐπιλύσω σοι τὴν παραβολὴν τοῦ ἀγροῦ καὶ τῶν λοιπῶν τῶν ἀκολούθων πάντων, ἵνα γνωστὰ πᾶσι ποιήσῃς αὐτά. ἄκουε νῦν, φησί, καὶ σύνιε αὐτά.
「私は今しがたもお前に言った、お前は狡猾で強情な者だと、譬えの解き明かしを尋ねるとは。」彼は言う。「しかしお前がこれほどしつこいのだから、私はお前に、畑と、それに続くほかのすべてのものについての譬えを解き明かそう。お前がそれをすべての人に知らせることができるように。今よく聞け」と彼は言う、「そしてそれを理解せよ。」
Pastor Sim.5.5.2
ὁ ἀγρὸς ὁ κόσμος οὗτός ἐστιν: ὁ δὲ κύριος τοῦ ἀγροῦ ὁ κτίσας τὰ πάντα καὶ ἀπαρτίσας αὐτὰ καὶ δυναμώσας: ὁ δὲ δοῦλος ὁ υἱὸς τοῦ θεοῦ ἐστιν: αἱ δὲ ἄμπελοι ὁ λαὸς οὗτός ἐστιν, ὃν αὐτὸς ἐφύτευσεν:
「畑とはこの世のことである。畑の主とは、すべてのものを創り、完成させ、力づけた方である。僕とは神の子のことである。葡萄の木々とは、彼自身が植えたこの民のことである。」
Pastor Sim.5.5.3
οἱ δὲ χάρακες οἱ ἅγιοι ἄγγελοί εἰσι τοῦ κυρίου οἱ συγκρατοῦντες τὸν λαὸν αὐτοῦ. αἱ δὲ βοτάναι αἱ ἐκτετιλμέναι ἐκ τοῦ ἀμπελῶνος ἀνομίαι εἰσὶ τῶν δούλων τοῦ θεοῦ: τὰ δὲ ἐδέσματα, ἃ ἔπεμψεν αὐτῷ ἐκ τοῦ δείπνου, αἱ ἐντολαί εἰσιν, ἃς ἔδωκε τῷ λαῷ αὐτοῦ διὰ τοῦ υἱοῦ αὐτοῦ: οἱ δὲ φίλοι καὶ σύμβουλοι οἱ ἅγιοι ἄγγελοι οἱ πρῶτοι κτισθέντες: ἡ δὲ ἀποδημία τοῦ δεσπότου ὁ χρόνος ὁ περισσεύων εἰς τὴν παρουσίαν αὐτοῦ.
「支柱とは、その民を共に支えている主の聖なる天使たちのことである。葡萄園から引き抜かれた雑草とは、神の僕たちの不法のことである。宴から彼に送られた食物とは、彼が自分の子を通してその民に与えた戒めのことである。友人であり相談役である者たちとは、最初に創られた聖なる天使たちのことである。主宰者の旅とは、その来臨までに残されている時のことである。」
Pastor Sim.5.5.4
λέγω αὐτῷ: Κύριε, μεγάλως καί θαυμαστῶς πάντα ἐστὶ καὶ ἐνδόξως πάντα ἔχει. μὴ οὖν, φημί, ἐγὼ ἠδυνάμην ταῦτα νοῆσαι; οὐδὲ ἕτερος τῶν ἀνθρώπων, κἂν λίαν συνετὸς ᾖ τις, οὐ δύναται νοῆσαι αὐτά. ἔτι, φημί, κύριε, δήλωσόν μοι, ὃ μέλλω σε ἐπερωτᾶν.
私は彼に言う。「主よ、すべては大いに驚くべきものであり、すべては栄光に満ちています。」私は言う。「私にこれらのことを悟れたでしょうか。いや、他のどんな人も、たとえ非常に理解ある者であっても、これらを悟ることはできません。」私はさらに言う。「主よ、私がお前に尋ねようとしていることを、私に明らかにしてください。」
Pastor Sim.5.5.5
Λέγε, φησίν, εἴ τι βούλει. Διατί, φημί, κύριε, ὁ υἱὸς τοῦ θεοῦ εἰς δούλου τρόπον κεῖται ἐν τῇ παραβολῇ;
「望むことを言うがよい」と彼は言う。私は言う。「主よ、なぜ神の子は譬えの中で僕の姿で置かれているのですか。」