Pastor Sim.5.2.1
Ἄκουε τὴν παραβολήν, ἣν μέλλω σοι λέγειν, ἀνήκουσαν τῇ νηστείᾳ.
「聞け、私がお前に語ろうとしている、断食にかかわる譬えを。」
Pastor Sim.5.2.2
εἶχέ τις ἀγρὸν καὶ δούλους πολλοὺς καὶ μέρος τι τοῦ ἀγροῦ ἐφύτευσεν ἀμπελῶνα: καὶ ἐκλεξάμενος δοῦλόν τινα πιστὸν καὶ εὐάρεστον ἔντιμον, προσεκαλέσατο αὐτὸν καὶ λέγει αὐτῷ: Λάβε τὸν ἀμπελῶνα τοῦτον, ὃν ἐφύτευσα, καὶ χαράκωσον αὐτόν, ἕως ἔρχομαι, καὶ ἕτερον δὲ μὴ ποιήσῃς τῷ ἀμπελῶνι: καὶ ταύτην μου τὴν ἐντολὴν φύλαξον, καὶ ἐλεύθερος ἔσῃ παῤ ἐμοί. ἐξῆλθε δε ὁ δεσπότης τοῦ δούλου εἰς τὴν ἀποδημίαν.
「ある人が畑を持ち、多くの僕を持っていた。そして畑のある部分に葡萄園を植えた。彼は忠実で気に入られ尊ばれているある僕を選び、彼を呼び寄せて言った。『この、私が植えた葡萄園を受け取り、私が来るまでこれに支柱を立てよ。そしてそれ以外は葡萄園に何もするな。この私の戒めを守れ、そうすれば私のもとで自由の身となるであろう。』僕の主宰者は旅に出た。」
Pastor Sim.5.2.3
ἐξελθόντος δὲ αὐτοῦ ἔλαβεν ὁ δοῦλος καὶ ἐχαράκωσε τὸν ἀμπελῶνα. καὶ τελέσας τὴν χαράκωσιν τοῦ ἀμπελῶνος εἶδε τὸν ἀμπελῶνα βοτανῶν πλήρη ὄντα.
「彼が出発すると、僕は葡萄園を受け取り、支柱を立てた。そして葡萄園への支柱立てを終えると、葡萄園が雑草で満ちているのを見た。」
Pastor Sim.5.2.4
ἐν ἑαυτῷ οὗν ἐλογίσατο λέγων: Ταύτην τὴν ἐντολὴν τοῦ κυρίου τετέλεκα: σκάψω λοιπὸν τὸν ἀμπελῶνα τοῦτον, καὶ ἔσται εὐπρεπέστερος ἐσκαμμένος, καὶ βοτάνας μὴ ἔχων δώσει καρπὸν πλείονα, μὴ πνιγόμενος ὑπὸ τῶν βοτανῶν. λαβὼν ἔσκαψε τὸν ἀμπελῶνα καὶ πάσας τὰς βοτάνας τὰς οὔσας ἐν τῷ ἀμπελῶνι ἐξέτιλλε. καὶ ἐγένετο ὁ ἀμπελὼν ἐκεῖνος εὐπρεπέστατος καὶ εὐθαλής, μὴ ἔχων βοτάνας πνιγούσας αὐτόν.
「そこで彼は心の中でこう思案して言った。『私はこの主の戒めを成し遂げた。それではこの葡萄園を掘り起こそう。そうすれば掘り起こされてより見栄えよくなり、雑草がなくなれば雑草に締めつけられることなく、より多くの実を与えるだろう。』彼は取りかかり、葡萄園を掘り起こし、葡萄園にあったすべての雑草を引き抜いた。こうしてその葡萄園はこの上なく見栄えよく、よく茂ったものとなり、それを締めつける雑草もなくなった。」
Pastor Sim.5.2.5
μετὰ χρόνον ἦλθεν ὁ δεσπότης τοῦ δούλου καὶ τοῦ ἀγροῦ καὶ εἰσῆλθεν εἰς τὸν ἀμπελῶνα. καὶ ἰδὼν τὸν ἀμπελῶνα κεχαρακωμένον εὐπρεπῶς, ἔτι δὲ καὶ ἐσκαμμένον καὶ πάσας τὰς βοτάνας ἐκτετιλμένας καὶ εὐθαλεῖς οὔσας τὰς ἀμπέλους, ἐχάρη λίαν ἐπὶ τοῖς ἔργοις τοῦ δούλου.
「しばらくして、僕と畑との主宰者がやって来て、葡萄園に入った。葡萄園に見事に支柱が立てられ、さらに掘り起こされ、すべての雑草が引き抜かれ、葡萄の木々がよく茂っているのを見て、彼は僕の働きを大いに喜んだ。」
Pastor Sim.5.2.6
προσκαλεσάμενος οὖν τὸν υἱὸν αὐτοῦ τὸν ἀγαπητόν, ὃν εἶχε κληρονόμον, καὶ τοὺς φίλους, οὓς εἶχε συμβούλους, λέγει αὐτοῖς, ὅσα ἐνετείλατο τῷ δούλῳ αὐτοῦ καὶ ὅσα εὗρε γεγονότα. κἀκεῖνοι συνεχάρησαν τῷ δούλῳ ἐπὶ τῇ μαρτυρίᾳ ᾗ ἐμαρτύρησεν αὐτῷ ὁ δεσπότης.
「そこで彼は、相続人としていた愛する息子と、相談役としていた友人たちを呼び寄せ、自分が僕に命じたことと、なされているのを見出したこととを彼らに語った。すると彼らも、主宰者が僕について証しした証言を喜んで、僕と共に喜んだ。」
Pastor Sim.5.2.7
καὶ λέγει αὐτοῖς: Ἐγὼ τῷ δούλῳ τούτῳ ἐλευθερίαν ἐπηγγειλάμην, ἐάν μου τὴν ἐντολὴν φυλάξῃ, ἣν ἐνετειλάμην αὐτῷ: ἐφύλαξε δέ μου τὴν ἐντολὴν καὶ προσέθηκε τῷ ἀμπελῶνι ἔργον καλόν, καὶ ἐμοὶ λίαν ἤρεσεν. ἀντὶ τούτου οὖν τοῦ ἔργου οὗ εἰργάσατο θέλω αὐτὸν συγκληρονόμον τῷ υἱῷ μου ποιῆσαι, ὅτι τὸ καλὸν φρονήσας οὐ παρενεθυμήθη, ἀλλ’ ἐτέλεσεν αὐτό.
「彼は彼らに言った。『私はこの僕に、私が命じた戒めを守るならば自由を約束した。彼は私の戒めを守り、その上、葡萄園に良い働きを加えた。それは私を大いに喜ばせた。』『だから、彼がなしたこの働きに対して、私は彼を私の息子と共同相続人にしたいと思う。彼は善いことを思い立ちながらそれを怠らず、成し遂げたからである。』」
Pastor Sim.5.2.8
ταύτῃ τῇ γνώμῃ ὁ υἱὸς τοῦ δεσπότου συνηυδόκησεν αὐτῷ, ἵνα συγκληρονόμος γένηται ὁ δοῦλος τῷ υἱῷ.
「この考えに、主宰者の息子も同意し、僕が息子と共同相続人となることを共に良しとした。」
Pastor Sim.5.2.9
μετὰ ἡμέρας ὀλίγας δεῖπνον ἐποίησεν καὶ ἔπεμψεν αὐτῷ ἐκ τοῦ δείπνου ἐδέσματα πολλά. λαβὼν δὲ ὁ δοῦλος τὰ ἐδέσματα τὰ πεμφθέντα αὐτῷ παρὰ τοῦ δεσπότου τὰ ἀρκοῦντα αὐτῷ ἦρε, τὰ λοιπὰ δὲ τοῖς συνδούλοις αὐτοῦ διέδωκεν.
「数日後、彼は宴を催し、その宴から多くの食物を彼に送った。僕は主宰者から送られた食物を受け取ると、自分に足りるだけを取り、残りは仲間の僕たちに分け与えた。」
Pastor Sim.5.2.10
οἱ δὲ σύνδουλοι αὐτοῦ λαβόντες τὰ ἐδέσματα ἐχάρησαν καὶ ἤρξαντο εὔχεσθαι ὑπὲρ αὐτοῦ, ἵνα χάριν μείζονα εὕρῃ παρὰ τῷ δεσπότῃ, ὅτι οὕτως ἐχρήσατο αὐτοῖς.
「彼の仲間の僕たちは食物を受け取って喜び、彼が自分たちにこのようにしてくれたことのゆえに、主宰者のもとでより大きな恩寵を見出すようにと、彼のために祈り始めた。」
Pastor Sim.5.2.11
ταῦτα πάντα τὰ γεγονότα ὁ δεσπότης αὐτοῦ ἤκουσε καὶ πάλιν λίαν ἐχάρη ἐπὶ τῇ πράξει αὐτοῦ. συγκαλεσάμενος πάλιν τοὺς φίλους ὁ δεσπότης καὶ τὸν υἱὸν αὐτοῦ ἀπήγγειλεν αὐτοῖς τὴν πρᾶξιν αὐτοῦ, ἣν ἔπραξεν ἐπὶ τοῖς ἐδέσμασιν αὐτοῦ οἷς ἔλαβεν: οἱ δὲ ἔτι μᾶλλον συνευδόκησαν γενέσθαι τὸν δοῦλον συγκληρονόμον τῷ υἱῷ αὐτοῦ.
「この起こったこと全てを彼の主宰者は聞き、その行いについて再び大いに喜んだ。主宰者は再び友人たちと自分の息子とを呼び集め、彼が受け取った食物について彼がなした行いを彼らに告げた。すると彼らはなお一層、僕が息子と共同相続人となることに同意した。」