ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.8, Caput I 戒め 8 第I章

Hermas · Pastor · 12 sectiones

Pastor Mand.8.1.1

1

Εἶπόν σοι, φησίν, ὅτι τὰ κτίσματα τοῦ θεοῦ διπλᾶ ἐστι: καὶ γὰρ ἡ ἐγκράτεια διπλῆ ἐστιν. ἐπί τινων γὰρ δεῖ ἐγκρατεύεσθαι, ἐπί τινων δὲ οὐ δεῖ:

「私はお前に、神の被造物は二重であると言った」と彼は言う、「節制もまた二重だからである。あることについては節制すべきであり、あることについては節制すべきでない」。

Pastor Mand.8.1.2

2

Γνώρισόν μοι, φημί, κύριε, ἐπὶ τίνων δεῖ ἐγκρατεύεσθαι, ἐπὶ τίνων δὲ οὐ δεῖ. Ἄκουε, φησί. τὸ πονηρὸν ἐγκρατεύου καὶ μὴ ποίει αὐτό: τὸ δὲ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτὸ. ἐὰν γὰρ ἐγκρατεύσῃ τὸ ἀγαθὸν μὴ ποιεῖν, ἁμαρτίαν μεγάλην ἐργάζῃ: ἐὰν δὲ ἐγκρατεύσῃ τὸ πονηρὸν μὴ ποιεῖν, δικαιοσύνην μεγάλην ἐργάζῃ. ἐγκράτευσαι οὖν ἀπὸ πονηρίας πάσης ἐργαζόμενος τὸ ἀγαθόν.

「主よ」と私は言う、「何について節制すべきか、何について節制すべきでないか、私に知らせてください」。「聞け」と彼は言う。「悪については節制して、それを行うな。しかし善については節制せず、それを行え。もしお前が節制して善を行わないなら、大きな罪を犯すことになる。しかし、もし節制して悪を行わないなら、大きな正義を行うことになる」。「それゆえ、あらゆる悪から節制し、善を行え」。

Pastor Mand.8.1.3

3

Ποταπαί, φημί, κύριε, εἰσὶν αἱ πονηρίαι, ἀφ̓ ὧν ἡμᾶς δεῖ ἐγκρατεύεσθαι; Ἄκουε, φησίν: ἀπὸ μοιχείας καὶ πορνείας, ἀπὸ μεθύσματος ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελείας πλούτου καὶ καυχήσεως καὶ ὑψηλοφροσύνης καὶ ὑπερηφανίας καὶ ἀπὸ ψεύσματος καὶ καταλαλιᾶς καὶ ὑποκρίσεως, μνησικακίας καὶ πάσης βλασφημίας.

「主よ」と私は言う、「我々が節制すべき悪とは、どのようなものでしょうか」。「聞け」と彼は言う、「姦淫と淫行から、不法の酩酊から、悪しき贅沢から、多くの食べ物や富の奢りや、誇りや高ぶりや高慢から、そして偽りや悪口や偽善や、恨みを抱くことや、あらゆる冒瀆から」。

Pastor Mand.8.1.4

4

ταῦτα τὰ ἔργα πάντων πονηρότατά εἰσιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ἀπὸ τούτων οὖν τῶν ἔργων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ: ὁ γὰρ μὴ ἐγκρατευόμενος ἀπὸ τούτων οὐ δύναται ζῆσαι τῷ θεῷ. ἄκουε οὖν καὶ τὰ ἀκόλουθα τούτων,

「これらの行いは、人間の生において最も悪しきものである。それゆえ、神の僕はこれらの行いから節制すべきである。これらから節制しない者は、神に生きることができない。それでは、これらに続くことをも聞け」。

Pastor Mand.8.1.5

5

Ἔτι γάρ, φημί, κύριε, πονηρὰ ἔργα ἐστί; Καί γε πολλά, φησίν, ἔστιν, ἀφ̓ ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι: κλέμμα, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἐπιθυμία πονηρά, ἀπάτη, κενοδοξία, ἀλαζονεία καὶ ὅσα τούτοις ὅμοιά εἰσιν.

「主よ」と私は言う、「なお悪しき行いがあるのでしょうか」。「確かに多くある」と彼は言う、「神の僕が節制すべきものが。盗み、偽り、詐取、偽証、貪欲、悪しき欲望、欺き、虚栄、自惚れ、そしてこれらに似たものである。」

Pastor Mand.8.1.6

6

οὐ δοκεῖ σοι ταῦτα πονηρὰ εἶναι; καὶ λίαν πονηρά, φημί, τοῖς δούλοις τοῦ θεοῦ. τούτων πάντων δεῖ ἐγκρατεύεσθαι τὸν δουλεύοντα τῷ θεῷ. ἐγκράτευσαι οὖν ἀπὸ πάντων τούτων, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφήσῃ μετὰ τῶν ἐγκρατευομένων αὐτά. ὧν μὲν οὖν δεῖ σε ἐγκρατεύεσθαι, ταῦτά ἐστιν.

「これらが悪しきものだとは、お前には思われないのか」。「確かに、神の僕たちにとって、いと悪しきものです」と私は言う。「これらすべてから、神に仕える者は節制すべきである。それゆえ、これらすべてから節制せよ。そうすれば、神に生き、これらを節制する者たちと共に記録されるであろう。お前が節制すべきものとは、これらのことである」。

Pastor Mand.8.1.7

7

ἃ δὲ δεῖ σε μὴ ἐγκρατεύεσθαι, φησίν, ἀλλὰ ποιεῖν, ἄκουε. τὸ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτό.

「しかし、お前が節制すべきでなく、かえって行うべきことについて」と彼は言う、「聞け。善については節制するな、かえってそれを行え」。

Pastor Mand.8.1.8

8

Καὶ τῶν ἀγαθῶν μοι, φημί, κύριε, δήλωσον τὴν δύναμιν, ἵνα πορευθῶ ἐν αὐτοῖς καὶ δουλεύσω αὐτοῖς, ἵνα ἐργασάμενος αὐτὰ δυνηθῶ σωθῆναι. Ἄκουε, φησί, καὶ τῶν ἀγαθῶν τὰ ἔργα, ἅ σε δεῖ ἐργάζεσθαι καὶ μὴ ἐγκρατεύεσθαι.

「主よ」と私は言う、「善きことどもの力を私に明らかにしてください。それらのうちを歩み、それらに仕えて、それを行うことによって救われることができるように」。「聞け」と彼は言う、「お前が行うべきであって節制すべきでない善き行いについて。」

Pastor Mand.8.1.9

9

πρῶτον πάντων πίστις, φόβος κυρίου, ἀγάπη, ὁμόνοια, ῥήματα δικαιοσύνης, ἀλήθεια, ὑπομονή: τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυλάσσῃ καὶ μὴ ἐγκρατεύηται ἀπ’ αὐτῶν, μακάριος γίνεται ἐν τῇ ζωῇ αὐτοῦ.

「何よりもまず、信仰、主への畏れ、愛、一致、正義の言葉、真理、耐え忍びである。これらにまさる善きものは、人間の生において何もない」。「これらを守り、それらから節制しない者は、その生において幸いな者となる。」

Pastor Mand.8.1.10

10

εἶτα τούτων τὰ ἀκόλουθα ἄκουσον: χήραις ὑπηρετεῖν, ὀρφανοὺς καὶ ὑστερουμένους ἐπισκέπτεσθαι, ἐξ ἀναγκῶν λυτροῦσθαι τοὺς δούλους τοῦ θεοῦ, φιλόξενον εἶναι ʽἐν γὰρ τῇ φιλοξενίᾳ εὑρίσκεται ἀγαθοποίησίς ποτἐ, μηδενὶ ἀντιτάσσεσθαι, ἡσύχιον εἶναι, ἐνδεέστερον γίνεσθαι πάντων ἀνθρώπων, πρεσβύτας σέβεσθαι, δικαιοσύνην ἀσκεῖν, ἀδελφότητα συντηρεῖν, ὕβριν ὑποφέρειν, μακρόθυμον εἶναι, μνησικακίαν μὴ ἔχειν, κάμνοντας τῇ φυχῇ παρακαλεῖν, ἐσκανδαλισμένους ἀπὸ τῆς πίστεως μὴ ἀποβάλλεσθαι, ἀλλ’ ἐπιστρέφειν καὶ εὐθύμους ποιεῖν, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν καὶ ἐνδεεῖς, καὶ εἴ τινα τούτοις ὅμοιά ἐστι.

「それから、これらに続くことを聞け。やもめたちに仕えること、みなしごや乏しい者たちを訪れること、神の僕たちを窮迫から贖い出すこと、旅人をもてなす者であること――もてなしのうちには時に善行が見出されるからである――、誰にも逆らわないこと、静かであること、すべての人よりも乏しい者となること、老人たちを敬うこと、正義を行うこと、兄弟の交わりを保つこと、侮辱を耐え忍ぶこと、忍耐強くあること、恨みを抱かないこと、魂の疲れた者たちを励ますこと、信仰につまずいた者たちを見捨てず、かえって立ち返らせ元気づけること、罪を犯す者たちを訓戒すること、負債ある者や乏しい者たちを苦しめないこと、そしてこれらに似たことである」。

Pastor Mand.8.1.11

11

δοκεῖ σοι, φησί, ταῦτα ἀγαθὰ εἶναι; Τί γάρ, φημί, κύριε, τούτων ἀγαθώτερον; Πορεύου οὖν, φησίν, ἐν αὐτοῖς καὶ μὴ ἐγκρατεύου ἀπ’ αὐτῶν, καὶ ζήσῃ τῷ θεῷ:

「これらが善いことだとは、お前には思われないのか」と彼は言う。「主よ」と私は言う、「これらにまさる善きことが何かあるでしょうか」。「それゆえ、これらのうちを歩み、それらから節制するな」と彼は言う、「そうすれば神に生きるであろう。」

Pastor Mand.8.1.12

12

φύλασσε οὖν τὴν ἐντολὴν ταύτην: ἐὰν τὸ ἀγαθὸν ποιῇς καὶ μὴ ἐγκρατεύσῃ ἀπ’ αὐτοῦ, ζήσῃ τῷ θεῷ, καὶ πάντες ζήσονται τῷ θεῷ οἱ οὕτω ποιοῦντες. καὶ πάλιν ἐὰν τὸ πονηρὸν μὴ ποιῇς καὶ ἐγκρατεύσῃ ἀπ’ αὐτοῦ, ζήσῃ τῷ θεῷ, καὶ πάντες ζήσονται τῷ θεῷ, ὅσοι ἐὰν ταύτας τὰς ἐντολὰς φυλάξωσι καὶ πορευθῶσιν ἐν αὐταῖς.

「それゆえ、この戒めを守れ。もし善を行い、それから節制しないなら、お前は神に生きるであろう。そしてこのように行う者は皆、神に生きるであろう」。「そして再び、もし悪を行わず、それから節制するなら、お前は神に生きるであろう。そして、これらの戒めを守り、それらのうちを歩む者は皆、神に生きるであろう」。