ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XII 譬え 9 第XII章

Hermas · Pastor · 8 sectiones

Pastor Sim.9.12.1

1

Πρῶτον, φημί, πάντων, κύριε, τοῦτό μοι δήλωσον: ἡ πέτρα καὶ ἡ πύλη τίς ἐστιν; Ἡ πέτρα, φησίν, αὕτη καὶ ἡ πύλη ὁ υἱὸς τοῦ θεοῦ ἐστί. Πῶς, φημί, κύριε, ἡ πέτρα παλαιά ἐστιν, ἡ δὲ πύλη καινή; Ἄκουε, φησί, καὶ σύνιε, ἀσύνετε.

「主よ、まず何よりも、これを私に明らかにしてください、岩と門とは何ですか」と私は言った。「その岩と門とは神の子である」と彼は言う。「主よ、どうして岩は古く、門は新しいのですか」と私は言った。「聞け、そして理解せよ、理解を欠く者よ」と彼は言う。

Pastor Sim.9.12.2

2

ὁ μὲν υἱὸς τοῦ θεοῦ πάσης τῆς κτίσεως αὐτοῦ προγενέστερός ἐστιν, ὥστε σύμβουλον αὐτὸν γενέσθαι τῷ πατρὶ τῆς κτίσεως αὐτοῦ: διὰ τοῦτο καὶ παλαιὰ ἡ πέτρα. Ἡ δὲ πύλη διατί καινή, φημί, κύριε;

「神の子は、その全ての被造物より先に存在する者であって、父がその創造をなすに当たっての相談相手となるほどであった。それゆえに岩もまた古いのだ」。「主よ、では門はどうして新しいのですか」と私は言った。

Pastor Sim.9.12.3

3

Ὅτι, φησίν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τῆς συντελείας φανερὸς ἐγένετο, διὰ τοῦτο καινὴ ἐγένετο ἡ πύλη, ἵνα οἱ μέλλοντες σώζεσθαι δἰ αὐτῆς εἰς τὴν βασιλείαν εἰσέλθωσι τοῦ θεοῦ.

「終わりの日、完成のときになって彼が現れたからだ。それゆえ門は新しくなった。救われようとする者たちが、それを通って神の王国に入るためである」と彼は言う。

Pastor Sim.9.12.4

4

εἶδες, φησίν, τοὺς λίθους τοὺς διὰ τῆς πύλης εἰσεληλυθότας εἰς τὴν οἰκοδομὴν τοῦ πύργου βεβλημένους, τοὺς δὲ μὴ εἰσεληλυθότας πάλιν ἀποβεβλημένους εἰς τὸν ἴδιον τόπον; Εἶδον, φημί, κύριε. Οὕτω, φησίν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ οὐδεὶς εἰσελεύσεται, εἰ μὴ λάβοι τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

「お前は、門を通って入り、塔の建物に投げ込まれた石を見たか。そして入らなかった石が、再び元の場所に投げ捨てられたのを」と彼は言う。「見ました、主よ」と私は言った。「そのように」と彼は言う、「彼の聖なる名を受けなければ、誰も神の王国に入ることはない」。

Pastor Sim.9.12.5

5

ἐὰν γὰρ εἰς πόλιν θελήσῃς εἰσελθεῖν τινα κἀκείνη ἡ πόλις περιτετειχισμένη κύκλῳ καὶ μίαν ἔχει πύλην, μήτι δύνῃ εἰς ἐκείνην τὴν πόλιν εἰσελθεῖν, εἰ μὴ διὰ τῆς πύλης ἧς ἔχει; Πῶς γάρ, φημί, κύριε, δύναται γενέσθαι ἄλλως; Εἰ οὖν εἰς τὴν πόλιν οὐ δύνῃ εἰσελθεῖν εἰ μὴ διὰ τῆς πύλης ἧς ἔχει, οὕτω, φησί, καὶ εἰς τῆν βασιλείαν τοῦ θεοῦ ἄλλως εἰσελθεῖν οὐ δύναται ἄνθρωπος εἰ μὴ διὰ τοῦ ὀνόματος τοῦ υἱοῦ αὐτοῦ τοῦ ἠγαπημένου ὑπ’ αὐτοῦ.

「もしお前がある町に入りたいと思い、その町が周りを城壁で囲まれていて、門を一つしか持っていないなら、お前はその門を通らずに、その町に入ることができるか」。「主よ、どうして他のやり方があり得ましょうか」と私は言った。「もしお前がその持っている門を通らずには町に入ることができないなら、それと同じように」と彼は言う、「人は、彼に愛された御子の名によらなければ、神の王国に入ることはできない。」

Pastor Sim.9.12.6

6

Εἶδες, φησί, τὸν ὄχλον τὸν οἰκοδομοῦντα τὸν πύργον; Εἶδον, φημί, κύριε. Ἐκεῖνοι, φησί, πάντες ἄγγελοι ἔνδοξοί εἰσι: τούτοις οὖν περιτετείχισται ὁ κύριος. ἡ δὲ πύλη ὁ υἱὸς τοῦ θεοῦ ἐστιν: αὕτη μία εἴσοδός ἐστι πρὸς τὸν κύριον. ἄλλως οὖν οὐδεὶς εἰσελεύσεται πρὸς αὐτὸν εἰ μὴ διὰ τοῦ υἱοῦ αὐτοῦ.

「お前は、塔を建てているあの群衆を見たか」。「見ました、主よ」と私は言った。「あの者たちはみな栄えある天使である」と彼は言う。「彼らによって主は城壁で囲まれている。門は神の子である。これが主のもとへ至る唯一の入り口である。それゆえ、御子によらなければ、誰も主のもとへ入ることはない」。

Pastor Sim.9.12.7

7

Εἶδες, φησί, τοὺς ἓξ ἄνδρας καὶ τὸν μέσον αὐτῶν ἔνδοξον καὶ μέγαν ἄνδρα τὸν περιπατοῦντα περὶ τὸν πύργον καὶ τοὺς λίθους ἀποδοκιμάσαντα ἐκ τῆς οἰκοδομῆς; Εἶδον, φημί, κύριε.

「お前は、六人の男たちと、その真ん中にいる栄えある偉大な男が、塔の周りを歩き、建物から石を退けているのを見たか」と彼は言う。「見ました、主よ」と私は言った。

Pastor Sim.9.12.8

8

Ὁ ἔνδοξος, φησίν, ἀνὴρ ὁ υἱὸς τοῦ θεοῦ ἐστι, κἀκεῖνοι οἱ ἓξ οἱ ἔνδοξοι ἄγγελοί εἰσι δεξιὰ καὶ εὐώνυμα συγκρατοῦντες αὐτόν. τούτων, φησί, τῶν ἀγγέλων τῶν ἐνδόξων οὐδεὶς εἰσελεύσεται πρὸς τὸν θεὸν ἄτερ αὐτοῦ: ὃς ἂν τὸ ὄνομα αὐτοῦ μὴ λάβῃ, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

「その栄えある男は神の子であり、あの六人の栄えある者たちは、右と左から彼を支えている天使である」と彼は言う。「これらの栄えある天使たちのうち、誰も御子なしには神のもとへ入ることはない。御子の名を受けない者は、神の王国に入ることはない」と彼は言う。