Pastor Vis.4.2.1
Μετὰ δὲ τὸ παρελθεῖν με τὸ θηρίον καὶ προελθεῖν ὡσεὶ πόδας λ, ἰδού, ὑπαντᾷ μοι παρθένος κεκοσμημένη ὡς ἐκ νυμφῶνος ἐκπορευομένη, ὅλη ἐν λευκοῖς καὶ ὑποδήμασιν λευκοῖς, κατακεκαλυμμένη ἕως τοῦ μετώπου, ἐν μίτρᾳ δὲ ἦν ἡ κατακάλυψις αὐτῆς: εἶχεν δὲ τὰς τρίχας αὐτῆς λευκάς.
その獣を通り過ぎ、およそ三十フィート進んだ後、見よ、婚礼の部屋から出て来たかのように着飾った一人の乙女が私を出迎えた。全身白い衣をまとい、白い履物を履き、額まで覆いをかけ、その覆いは頭巾であった。その髪は白かった。
Pastor Vis.4.2.2
ἔγνων ἐγὼ ἐκ τῶν προτέρων ὁραμάτων, ὅτι ἡ Ἐκκλησία ἐστίν, καὶ ἱλαρώτερος ἐγενόμην. ἀσπάζεταί με λέγουσα: Χαῖρε σύ, ἄνθρωπε. καὶ ἐγὼ αὐτὴν ἀντησπασάμην: Κυρία, χαῖρε.
私は先の幻から、これが教会であることを知り、より朗らかになった。彼女は私に挨拶して言う。「お前に幸あれ、人よ。」私も彼女に挨拶を返した。「婦人よ、幸あれ。」
Pastor Vis.4.2.3
ἀποκριθεῖσά μοι λέγει: Οὐδέν σοι ἀπήντησεν; λέγω αὐτῇ: Κυρία, τηλικοῦτο θηρίον, δυνάμενον λαοὺς διαφθεῖραι: ἀλλὰ τῇ δυνάμει τοῦ κυρίου καὶ τῇ πολυσπλαγχνίᾳ αὐτοῦ ἐξέφυγον αὐτό.
彼女は答えて私に言う。「お前に何も出会わなかったか。」私は彼女に言う。「婦人よ、諸々の民を滅ぼすことができるほどの、あれほど巨大な獣に出会いました。しかし、主の力とその豊かな憐れみによって、私はそれを逃れました。」
Pastor Vis.4.2.4
Καλῶς ἐξέφυγες, φησίν, ὅτι τὴν μέριμνάν σου ἐπὶ τὸν θεὸν ἐπέριψας καὶ τὴν καρδίαν σου ἤνοιξας πρὸς τὸν κύριον, πιστεύσας, ὅτι δἰ οὐδενὸς δύνῃ σωθῆναι εἰ μὴ διὰ τοῦ μεγάλου καὶ ἐνδόξου ὀνόματος. διὰ τοῦτο ὁ κύριος ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ τὸν ἐπὶ τῶν θηρίων ὄντα, οὗ τὸ ὄνομά ἐστιν Θεγρί, καὶ ἐνέφραξεν τὸ στόμα αὐτοῦ, ἵνα μή σε λυμάνῃ. μεγάλην θλῖψιν ἐκπέφευγας διὰ τὴν πίστιν σου καὶ ὅτι τηλικοῦτο θηρίον ἰδὼν οὐκ ἐδιψύχησας:
彼女は言う。「お前はよく逃れた。お前が自分の思い煩いを神の上に投げかけ、自分の心を主に向けて開き、あの大いなる栄えある御名による以外には何によっても救われることができないと信じたからである。それゆえ、主は獣たちを司るその天使を遣わされた。その名はテグリという。そして彼はその口を塞いだ、お前を害することのないように。お前は自分の信仰のゆえに、そしてあれほど巨大な獣を見ても二心を抱かなかったゆえに、大いなる苦難を逃れた。」
Pastor Vis.4.2.5
ὕπαγε οὖν καὶ ἐξήγησαι τοῖς ἐκλεκτοῖς τοῦ κυρίου τὰ μεγαλεῖα αὐτοῦ καὶ εἰπὲ αὐτοῖς, ὅτι τὸ θηρίον τοῦτο τύπος ἐστὶν θλίψεως τῆς μελλούσης τῆς μεγάλης: ἐὰν οὖν προετοιμάσησθε καὶ μετανοήσητε ἐξ ὅλης καρδίας ὑμῶν πρὸς τὸν κύριον, δυνήσεσθε ἐκφυγεῖν αὐτήν, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος καὶ τὰς λοιπὰς τῆς ζωῆς ἡμέρας ὑμῶν δουλεύσητε τῷ κυρίῳ ἀμέμπτως. ἐπιρίψατε τὰς μερίμνας ὑμῶν ἐπὶ τὸν κύριον, καὶ αὐτὸς κατορθώσει αὐτάς.
「それゆえ行って、主の選ばれた者たちに、その偉大な業を語り告げ、彼らに言え。この獣は来たるべき大いなる苦難のひな型である、と。それゆえ、もし諸君が予め備え、心を尽くして主に立ち返って悔い改めるならば、諸君はそれを逃れることができるであろう。諸君の心が清く汚れなきものとなり、諸君の残りの生涯の日々を、責められることなく主に仕えるならば。諸君の思い煩いを主の上に投げかけよ。そうすれば主がそれらを正してくださるであろう。」
Pastor Vis.4.2.6
πιστεύσατε τῷ κυρίῳ, οἱ δίψυχοι, ὅτι πάντα δύναται καὶ ἀποστρέφει τὴν ὀργὴν αὐτοῦ ἀφ̓ ὑμῶν καὶ ἐξαποστέλλει μάστιγας ὑμῖν τοῖς διψύχοις. οὐαὶ τοῖς ἀκούσασιν τὰ ῥήματα ταῦτα καὶ παρακούσασιν: αἱρετώτερον ἦν αὐτοῖς τὸ μὴ γεννηθῆναι.
「主を信じよ、二心の者たちよ。主はすべてのことができ、諸君からその怒りを転じ、そして二心の諸君に鞭を送られる。これらの言葉を聞きながら聞き従わない者たちには災いがある。彼らにとっては、生まれなかった方がましであったろう。」