ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.3, Caput I 譬え 3 第I章

Hermas · Pastor · 3 sectiones

Pastor Sim.3.1.1

1

Ἔδειξέ μοι δένδρα πολλὰ μὴ ἔχοντα φύλλα, ἀλλ’ ὡσεὶ ξηρὰ ἐδόκει μοι εἶναι: ὅμοια γὰρ ἧν πάντα. καὶ λέγει μοι: Βλέπεις τὰ δένδρα ταῦτα; Βλέπω, φημί, κύριε, ὅμοια ὄντα καὶ ξηρά. ἀπο κριθείς μοι λέγει: Ταῦτα τὰ δένδρα, ἃ βλέπεις, οἱ κατοικοῦντές εἰσιν ἐν τῷ αἰῶνι τούτῳ.

彼は私に、葉を持たぬ多くの木を見せた。それらは私には枯れているように見えた。みな同じようであったからである。そして私に言う。「お前はこれらの木を見ているか。」私は言う。「見ています、主よ。同じようで、枯れています。」彼は私に答えて言う。「お前が見ているこれらの木は、この世に住んでいる者たちである。」

Pastor Sim.3.1.2

2

Διατί οὖν, φημί, κύριε, ὡσεὶ ξηρά εἰσι καὶ ὅμοια; Ὅτι, φησίν, οὔτε οἱ δίκαιοι φαίνονται οὔτε οἱ ἁμαρτωλοὶ ἐν τῷ αἰῶνι τούτῳ, ἀλλ’ ὅμοιοί εἰσιν: ὁ γὰρ αἰὼν οὗτος τοῖς δικαίοις χειμών ἐστι, καὶ οὐ φαίνονται μετὰ τῶν ἁμαρτωλῶν κατοικοῦντες.

私は言う。「では、なぜそれらは枯れて同じように見えるのですか、主よ。」彼は言う。「正しい者たちも罪ある者たちも、この世においては見分けがつかず、同じように見えるからである。この世は正しい者たちにとって冬であり、彼らは罪ある者たちと共に住んでいても見分けがつかない。」

Pastor Sim.3.1.3

3

ὥσπερ γὰρ ἐν τῷ χειμῶνι τὰ δένδρα ἀποβεβληκότα τὰ φύλλα ὅμοιά εἰσι καὶ οὐ φαίνονται τὰ ξηρὰ ποῖά εἰσιν ἢ τὰ ζῶντα, οὕτως ἐν τῷ αἰῶνι τούτῳ οὐ φαίνονται οὔτε οἱ δίκαιοι οὔτε οἱ ἁμαρτωλοί, ἀλλὰ πάντες ὅμοιοί εἰσιν.

「というのも、冬に葉を落とした木々が同じように見え、どれが枯れていてどれが生きているのか見分けがつかないのと同じように、この世においても正しい者も罪ある者も見分けがつかず、みな同じように見えるのだ。」