ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput VI 幻 3 第VI章

Hermas · Pastor · 7 sectiones

Pastor Vis.3.6.1

1

Τοὺς δὲ κατακοπτομένους καὶ μακρὰν ῥιπτομένους ἀπὸ τοῦ πύργου θέλεις γνῶναι; οὗτοί εἰσιν οἱ υἱοὶ τῆς ἀνομίας: ἐπίστευσαν δὲ ἐν ὑποκρίσει, καὶ πᾶσα πονηρία οὐκ ἀπέστη ἀπ’ αὐτῶν: διὰ τοῦτο οὐκ ἔχουσιν σωτηρίαν, ὅτι οὐκ εἰσὶν εὔχρηστοι εἰς οἰκοδομὴν διὰ τὰς πονηρἱας αὐτῶν. διὰ τοῦτο συνεκόπησαν καὶ πόρρω ἀπερίφησαν διὰ τὴν ὀργὴν τοῦ κυρίου, ὅτι παρώργισαν αὐτόν.

「塔から打ち砕かれ、遠くに投げ捨てられる者たちを知りたいか。この者たちは不法の子らである。彼らは偽善のうちに信じたのであり、あらゆる悪が彼らから去らなかった。それゆえ彼らに救いはない。彼らの悪のゆえに、建物のために有用でないからである。それゆえ彼らは打ち砕かれ、遠くに投げ捨てられたのである。主の怒りのゆえに、彼らが主を怒らせたからである。」

Pastor Vis.3.6.2

2

τοὺς δὲ ἑτέρους, οὓς ἑώρακας πολλοὺς κειμένους, μὴ ὑπάγοντας εἰς τὴν οἰκοδομήν, οὗτοι οἱ μὲν ἐψωριακότες εἰσίν, οἱ ἐγνωκότες τὴν ἀλήθειαν, μὴ ἐπιμένοντας δὲ ἐν αὐτῇ.

「お前が見た、建物へ運ばれずに多く横たわっている他の者たちについて言えば、この者たちは疥癬にかかった者たちであり、真理を知りながら、それにとどまらなかった者たちである。」

Pastor Vis.3.6.3

3

Οἱ δὲ τὰς σχισμὰς ἔχοντες, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ κατ’ ἀλλήλων ἐν ταῖς καρδίαις ἔχοντες καὶ μὴ εἰρηνεύοντες ἐν ἑαυτοῖς, ἀλλὰ πρόσωπον εἰρήνης ἔχοντες, ὅταν δὲ ἀπ’ ἀλλήλων ἀποχωρήσωσιν, αἱ πονηρίαι αὐτῶν ἐν ταῖς καρδίαις ἐμμένουσιν: αὗται οὖν αἱ σχισμαί εἰσιν, ἃς ἔχουσιν οἱ λίθοι.

「では、裂け目を持つ者たちは何者ですか。」「この者たちは、互いに対して心の中に〔恨みを〕抱き、自分たちの内で平和を保たない者たちである。しかし、平和の顔つきをしていて、互いから離れる時には、彼らの悪が心の中にとどまり続ける。これが、石が持つ裂け目である。」

Pastor Vis.3.6.4

4

οἱ δὲ κεκολοβωμένοι, οὗτοί εἰσιν πεπιστευκότες μὲν καὶ τὸ πλεῖον μέρος ἔχουσιν ἐν τῇ δικαιοσύνῃ, τινὰ δὲ μέρη ἔχουσιν τῆς ἀνομίας: διὰ τοῦτο κολοβοὶ καὶ οὐχ ὁλοτελεῖς εἰσιν.

「欠けた石、これは信じてはいるが、正義における大部分を持ちながらも、不法のいくらかの部分を持つ者たちである。それゆえ欠けていて、全きものではない。」

Pastor Vis.3.6.5

5

Οἱ δὲ λευκοὶ καὶ στρογγύλοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν, τίνες εἰσιν, κυρία; ἀποκριθεῖσά μοι λέγει: Ἕως πότε μωρὸς εἶ καὶ ἀσύνετος, καὶ πάντα ἐπερωτᾷς καὶ οὐδὲν νοεῖς; οὗτοί εἰσιν ἔχοντες μὲν πίστιν, ἔχοντες δὲ καὶ πλοῦτον τοῦ αἰῶνος τούτου: ὅταν γένηται θλῖψις, διὰ τὸν πλοῦτον αὐτῶν καὶ διὰ τὰς πραγματείας ἀπαρνοῦνται τὸν κύριον αὐτῶν.

「では、白くて丸く、建物に合わない石は何者ですか、婦人よ。」彼女は答えて私に言う。「いつまでお前は愚かで理解を欠いているのか。何もかも問いながら、何も悟らないのか。この者たちは信仰を持ちながらも、この世の富をも持っている者たちである。苦難が起こる時、彼らはその富とその商いのゆえに、自分たちの主を否む。」

Pastor Vis.3.6.6

6

καὶ ἀποκριθεὶς αὐτῇ λέγω: Κυρία, πότε οὖν εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν; Ὅταν, φησίν, περικοπῇ αὐτῶν ὁ πλοῦτος ὁ ψυχαγωγῶν αὐτούς, τότε εὔχρηστοι ἔσονται τῷ θεῷ. ὥσπερ γὰρ ὁ λίθος ὁ στρογγύλος, ἐὰν μὴ περικοπῇ καὶ ἀποβάλῃ ἐξ αὐτοῦ τι, οὐ δύναται τετράγωνος γενέσθαι, οὕτω καὶ οἱ πλουτοῦντες ἐν τούτῳ τῷ αἰῶνι, ἐὰν μὴ περικοπῇ αὐτῶν ὁ πλοῦτος, οὐ δύνανται τῷ κυρίῳ εὔχρηστοι γενέσθαι.

私は彼女に答えて言う。「婦人よ、それでは、彼らはいつ建物のために有用になるのですか。」彼女は言う。「彼らを誘惑するその富が断ち切られる時、その時彼らは神にとって有用になる。丸い石が、断ち切られてそこから何かを取り除かれなければ、四角にはなれないのと同じように、この世で富む者たちも、その富が断ち切られなければ、主にとって有用にはなれない。」

Pastor Vis.3.6.7

7

ἀπὸ σεαυτοῦ πρῶτον. γνῶθι: ὅτε ἐπλούτεις, ἄχρηστος ἦς, νῦν δὲ εὔχρηστος εἶ καὶ ὠφέλιμος τῇ ζωῇ. εὔχρηστοι γίνεσθε τῷ θεῷ: καὶ γὰρ σὺ αὐτὸς χρᾶσαι ἐκ τῶν αὐτῶν λίθων.

「まず、お前自身から。知れ。お前が富んでいた時、お前は無用であったが、今は有用であり、命のために益がある。諸君は神にとって有用な者となれ。お前自身も、まさにその同じ石々から用いられているのだから。」