ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.3, Caput I 戒め 3 第I章

Hermas · Pastor · 5 sectiones

Pastor Mand.3.1.1

1

Πάλιν μοι λέγει: Ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα. ὃ ὁ θεὸς κατῴκισεν ἐν τῇ σαρκὶ ταύτῃ, ἀληθὲς εὑρεθῇ παρὰ πᾶσιν ἀνθρώποις, καὶ οὕτως δοξασθήσεται ὁ κύριος ὁ ἐν σοὶ κατοικῶν, ὅτι ὁ κύριος ἀληθινὸς ἐν παντὶ ῥήματι καὶ οὐδὲν παῤ αὐτῷ ψεῦδος.

彼は再び私に言う。「真理を愛せよ。そして、あらゆる真理がお前の口から出て行くようにせよ。それは、霊が、神がこの肉のうちに住まわせたその霊が、すべての人々のもとで真であると見出されるように。そうすれば、お前のうちに住まわれる主が栄光を受けられるであろう。主はあらゆる言葉において真であり、この方のもとには何の偽りもないからである。」

Pastor Mand.3.1.2

2

οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται ἀποστερηταὶ στερηταὶ τοῦ κυρίου, μὴ παραδιδόντες αὐτῷ τὴν παρακαταθήκην, ἣν ἔλαβον. ἔλαβον γὰρ παῤ αὐτοῦ πνεῦμα ἄψευστον. τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν, ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί.

「それゆえ、偽る者たちは主を退け、主から詐取する者、奪う者となる。自分が受け取った預かり物を主に渡さないからである。彼らは主から偽りのない霊を受け取ったのである。もしこれを偽って返すならば、彼らは主の戒めを汚し、詐取する者となったのである。」

Pastor Mand.3.1.3

3

ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει: Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις: καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ’ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας;

これを聞いて、私は激しく泣いた。彼は私が泣いているのを見て言う。「なぜ泣くのか。」「主よ」と私は言う。「自分が救われることができるかどうか、分からないからです。」「なぜか」と彼は言う。「主よ、私は自分の生涯において、真なる言葉をまだ一度も語ったことがないからです」と私は言う。「むしろ常にすべての人に対して狡猾に語り、自分の偽りを、すべての人々のもとで真であるものとして示しました。そして、誰一人として私に異を唱えたことはなく、私の言葉は信じられてきました。それでは主よ、このようなことを行った私が、どうして生きることができるでしょうか」と私は言う。

Pastor Mand.3.1.4

4

Σὺ μέν, φησί, καλῶς καὶ ἀληθῶς φρονεῖς: ἔδει γάρ σε ὡς θεοῦ δοῦλον ἐν ἀληθείᾳ πορεύεσθαι, καὶ πονηρὰν συνείδησιν μετὰ τοῦ πνεύματος τῆς ἀληθείας μὴ κατοικεῖν μηδὲ λύπην ἐπάγειν τῷ πνεύματι τῷ σεμνῷ καὶ ἀληθεῖ. Οὐδέποτε, φημί, κύριε, τοιαῦτα ῥήματα ἀκριβῶς ἤκουσα.

「お前は」と彼は言う。「善く、真に思っている。神の僕として、お前は真理のうちを歩まねばならなかったのであり、悪しき良心が真理の霊と共に住むことも、謹厳で真なるその霊に悲しみをもたらすこともあってはならなかったのだ。」「主よ、このような言葉をこれほど正確に聞いたことは、これまで一度もありません」と私は言う。

Pastor Mand.3.1.5

5

Νῦν οὖν, φησίν, ἀκούεις: φύλασσε αὐτά, ἵνα καὶ τὰ πρότερον ἃ ἐλάλησας ψευδὴ ἐν ταῖς πραγματείαις σου, τούτων εὑρεθέντων ἀληθινῶν, κἀκεῖνα πιστὰ γένηται: δύναται γὰρ κἀκεῖνα πιστὰ γενέσθαι. ἐὰν ταῦτα φυλάξῃς καὶ ἀπὸ τοῦ νῦν πᾶσαν ἀλήθειαν λαλήσῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι: καὶ ὃς ἂν ἀκούσῃ τὴν ἐντολὴν ταύτην καὶ ἀπέξεται τοῦ πονηροτάτου ψεύσματος ζήσεται τῷ θεῷ.

「それでは今」と彼は言う。「お前は聞いている。これらを守れ。そうすれば、お前が以前、自分の商いにおいて偽って語ったことも、これらが真であると見出されることによって、それもまた信頼できるものとなるであろう。それもまた信頼できるものとなることができるからである。もしお前がこれらを守り、今から後、あらゆる真理を語るならば、お前は自分自身のために命を得ることができるであろう。そして、この戒めを聞いて、この上なく悪しき偽りから離れる者は、神に生きるであろう。」