Pastor Sim.5.3.1
Λέγω: Κύριε, ἐγὼ ταύτας τὰς παραβολὰς οὐ γινώσκω οὐδὲ δύναμαι νοῆσαι, ἐὰν μή μοι ἐπιλύσῃς αὐτὰς.
私は言う。「主よ、私はこれらの譬えを知らず、お前が私に解き明かしてくれなければ、悟ることもできません。」
Pastor Sim.5.3.2
Πάντα σοι ἐπιλύσω, φησί, καὶ ὅσα ἂν λαλήσω μετὰ σοῦ.
彼は言う。「私はお前にすべてを解き明かそう、私がお前と語ることは何であれ。」
Pastor Sim.5.3.3
δείξω σοι τὰς ἐντολὰς αὐτοῦ ἐὰν δέ τι ἀγαθὸν ποιήσῃς ἐκτὸς τῆς ἐντολῆς τοῦ θεοῦ, σεαυτῷ περιποιήσῃ δόξαν περισσοτέραν καὶ ἔσῃ ἐνδοξότερος παρὰ τῷ θεῷ οὗ ἔμελλες εἶναι. ἐὰν οὖν φυλάσσων τὰς ἐντολὰς τοῦ θεοῦ προσθῇς καὶ τὰς λειτουργίας ταύτας, χαρήσῃ, ἐὰν τηρήσῃς αὐτὰς κατὰ τὴν ἐμὴν ἐντολήν.
「彼の戒めをお前に示そう。もしお前が神の戒めのほかに何か善いことを行うならば、お前は自分のためにいっそう大きな栄光を得て、本来なるはずであった以上に神のもとで栄えある者となるであろう。だからお前が神の戒めを守りながら、これらの奉仕をも加えるならば、私の戒めに従ってそれを守るならば、お前は喜ぶであろう。」
Pastor Sim.5.3.4
λέγω αὐτῷ: Κύριε, ὃ ἐάν μοι ἐντείλῃ, φυλάξω αὐτό: οἶδα γάρ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. Ἔσομαι, φησί, μετὰ σοῦ, ὅτι τοιαύτην προθυμίαν ἔχεις τῆς ἀγαθοποιήσεως, καὶ μετὰ πάντων δὲ ἔσομαι, φησίν, ὅσοι ταύτην τὴν προθυμίαν ἔχουσιν.
私は彼に言う。「主よ、お前が私に命じることは何であれ、それを守ります。お前が私と共にいることを知っているからです。」彼は言う。「私はお前と共にいるであろう、お前がそのように善を行う熱意を持っているからだ。そして私は、このような熱意を持つすべての者と共にいるであろう。」
Pastor Sim.5.3.5
ἡ νηστεία αὕτη, φησί, τηρουμένων τῶν ἐντολῶν τοῦ κυρίου, λίαν καλή ἐστιν. οὕτως οὖν φυλάξεις τὴν νηστείαν ταύτην, ἣν μέλλεις τηρεῖν:
彼は言う。「この断食は、主の戒めが守られるならば、この上なく良いものである。だからお前は、これから守ろうとしているこの断食をこのように守れ。」
Pastor Sim.5.3.6
πρῶτον πάντων φύλαξαι ἀπὸ παντὸς ῥήματος πονηροῦ καὶ πάσης ἐπιθυμίας πονηρᾶς καὶ καθάρισόν σου τὴν καρδίαν ἀπὸ πάντων τῶν ματαιωμάτων τοῦ αἰῶνος τούτου. ἐὰν ταῦτα φυλάξῃς, ἔσται σοι αὕτη ἡ νηστεία τελεία.
「何よりもまず、あらゆる悪しき言葉とあらゆる悪しき欲望とから自分を守り、この世のすべての空しいものからお前の心を清めよ。これを守るならば、この断食はお前にとって完全なものとなるであろう。」
Pastor Sim.5.3.7
οὕτω δὲ ποιήσεις: συντελέσας τὰ γεγραμμένα, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ νηστεύεις μηδὲν γεύσῃ εἰ μὴ ἄρτον καὶ ὕδωρ, καὶ ἐκ τῶν ἐδεσμάτων σου ὧν ἔμελλες τρώγειν συμψηφίσας τὴν ποσότητα τῆς δαπάνης ἐκείνης τῆς ἡμέρας ἧς ἔμελλες ποιεῖν, δώσεις αὐτὸ χήρᾳ ἢ ὀρφανῷ ἢ ὑστερουμένῳ, καὶ οὕτω ταπεινοφρονήσεις, ἵν ἐκ τῆς ταπεινοφροσύνης σου ὁ εἰληφὼς ἐμπλήσῃ τὴν ἑαυτοῦ ψυχὴν καὶ εὔξηται ὑπὲρ σοῦ πρὸς τὸν κύριον.
「そしてこのように行え。書かれたことを成し遂げたなら、お前が断食するその日には、パンと水のほかは何も味わうな。そして、お前が食べるはずであった食物から、その日になすはずであった費用の額を計算し、それをやもめか孤児か困窮している者に与えよ。こうしてお前は謙虚な思いを持つがよい。お前の謙虚さから、受け取った者が自分の魂を満たし、お前のために主に祈るようになるためである。」
Pastor Sim.5.3.8
ἐὰν οὖν οὕτω τελέσῃς τὴν νηστείαν, ὥς σοι ἐνετειλάμην, ἔσται ἡ θυσία σου δεκτὴ παρὰ τῷ θεῷ, καὶ ἔγγραφος ἔσται ἡ νηστεία αὕτη, καὶ ἡ λειτουργία οὕτως ἐργαζομένη καλὴ καὶ ἱλαρά ἐστι καὶ εὐπρόσδεκτος τῷ κυρίῳ.
「だから、私がお前に命じたとおりにこの断食を成し遂げるならば、お前の献げ物は神に受け入れられ、この断食は書き記されるものとなり、このように行われる奉仕は良く、喜ばしく、主に受け入れられるものとなるであろう。」
Pastor Sim.5.3.9
ταῦτα οὕτω τηρήσεις σὺ μετὰ τῶν τέκνων σου καὶ ὅλου τοῦ οἴκου σου: τηρήσας δὲ αὐτὰ μακάριος ἔσῃ: καὶ ὅσοι ἂν ἀκούσαντες αὐτὰ τηρήσωσι, μακάριοι ἔσονται, καὶ ὅσα ἂν αἰτήσωνται παρὰ τοῦ κυρίου λήψονται.
「これらのことを、お前は自分の子らと家全体と共にこのように守るがよい。これを守るならばお前は幸いである。そしてこれを聞いて守る者たちは幸いであり、主に求めることを何であれ受け取るであろう。」