Pastor Sim.8.7.1
Ὅσοι δὲ ἡμιξήρους ἐπέδωκαν καὶ ἐν αὐταῖς σχισμὰς εἶχον, ἄκουε καὶ περὶ αὐτῶν. ὅσων ἦσαν αἱ ῥάβδοι ἡμίξηροι, δίψυχοί εἰσιν: οὔτε γὰρ ζῶσιν οὔτε τεθνήκασιν.
「半ば枯れた枝を渡し、それに裂け目のあった者たちについても、聞け。その枝が半ば枯れていた者たちは、二心の者である。彼らは生きてもおらず、死んでもいないからである」。
Pastor Sim.8.7.2
οἱ δὲ ἡμιξήρους ἔχοντες καὶ ἐν αὐταῖς σχισμάς, οὗτοι καὶ δίψυχοι καὶ κατάλαλοί εἰσι καὶ μηδέποτε εἰρηνεύοντες εἰς ἑαυτούς, ἀλλὰ διχοστατοῦντες πάντοτε. ἀλλὰ καὶ τούτοις, φησίν, ἐπίκειται μετάνοια. βλέπεις, φησί, τινὰς ἐξ αὐτῶν μετανενοηκότας. καὶ ἔτι, φησίν, ἐστὶν ἐν αὐτοῖς ἐλπὶς μετανοίας.
「半ば枯れて裂け目のある枝を渡した者たちは、二心の者であると同時に中傷する者であり、自分たちの間で決して平和にしていることなく、常に分裂している。だが彼らにも」と彼は言う、「悔い改めが差し伸べられている。お前は」と彼は言う、「彼らのうちある者たちがすでに悔い改めたのを見ているだろう」。「そしてなお」と彼は言う、「彼らには悔い改めの望みが残っている。」
Pastor Sim.8.7.3
καὶ ὅσοι, φησίν, ἐξ αὐτῶν μετανενοήκασι, τὴν κατοικίαν εἰς τὸν πύργον ἕξουσιν: ὅσοι δὲ ἐξ αὐτῶν βραδύτερον μετανενοήκασιν, εἰς τὰ τείχη κατοικήσουσιν: ὅσοι δὲ οὐ μετανοοῦσιν, ἀλλ’ ἐμμένουσι ταῖς πράξεσιν αὐτῶν, θανάτῳ ἀποθανοῦνται.
「彼らのうち悔い改めた者たちは」と彼は言う、「塔に住まいを持つであろう。彼らのうちより遅く悔い改めた者たちは、城壁に住むであろう。しかし悔い改めず、自分の行いにとどまり続ける者たちは、死をもって死ぬであろう」。
Pastor Sim.8.7.4
οἱ δὲ χλωρὰς ἐπιδεδωκότες τὰς ῥάβδους αὐτῶν καὶ σχισμὰς ἐχούσας, πάντοτε οὗτοι πιστοὶ καὶ ἀγαθοὶ ἐγένοντο, ἔχοντες δὲ ζῆλόν τινα ἐν ἀλλήλοις περὶ πρωτείων καὶ περὶ δόξης τινός: ἀλλὰ πάντες οὗτοι μωροί εἰσιν, ἐν ἀλλήλοις ἔχοντες ζῆλον περὶ πρωτείων.
「自分の枝を青いが裂け目のあるものとして渡した者たち、これらの者は常に信仰篤く善き者であったが、互いの間に、首位と誉れを巡る妬みをいくらか抱いていた。だが彼らは皆、互いの間に首位を巡る妬みを抱いている点で、愚かな者たちである」。
Pastor Sim.8.7.5
ἀλλὰ καὶ οὗτοι ἀκούσαντες τῶν ἐντολῶν μου, ἀγαθοὶ ὄντες, ἐκαθάρισαν ἑαυτοὺς καὶ μετενόησαν ταχύ. ἐγένετο οὖν ἡ κατοίκησις αὐτῶν εἰς τὸν πύργον: ἐὰν δέ τις πάλιν ἐπιστρέψῃ εἰς τὴν διχοστασίαν, ἐκβληθήσεται ἀπὸ τοῦ πύργου καὶ ἀπολέσει τὴν ζωὴν αὐτοῦ.
「しかし彼らもまた、善き者であるから、私の戒めを聞いて自分を清め、速やかに悔い改めた。それゆえ彼らの住まいは塔に定まった。だが、もし誰かが再び分裂へと戻るならば、彼は塔から投げ出され、自分の命を失うであろう」。
Pastor Sim.8.7.6
ἡ ζωὴ πάντων ἐστὶ τῶν τὰς ἐντολὰς τοῦ κυρίου φυλασσόντων: ἐν ταῖς ἐντολαῖς δὲ περὶ πρωτείων ἢ περὶ δόξης τινος οὐκ ἔστιν, ἀλλὰ περὶ μακροθυμίας καὶ περὶ ταπεινοφρονήσεως ἀνδρός. ἐν τοῖς τοιούτοις οὖν ἡ ζωὴ τοῦ κυρίου ἐν τοῖς διχοστάταις δὲ καὶ παρανόμοις θάνατος.
「命は、主の戒めを守るすべての者のものである。だが、戒めの中には首位や誉れについての事柄はなく、人の忍耐とへりくだりについての事柄があるのみである。だからこのような者たちにこそ主の命があり、分裂を起こす者たちと法を破る者たちには死がある」。