Pastor Mand.10.1.1
Ἆρον ἀπὸ σεαυτοῦ, φησί, τὴν λύπην: καὶ γὰρ αὕτη ἀδελφή ἐστι τῆς διψυχίας καὶ τῆς ὀξυχολίας.
「悲しみをお前自身から取り去れ。これは二心と短気の姉妹だからである」と彼は言う。
Pastor Mand.10.1.2
Πῶς, φημί, κύριε, ἀδελφή ἐστι τούτων; ἄλλο γάρ μοι δοκεῖ εἶναι ὀξυχολία καὶ ἄλλο διψυχία καὶ ἄλλο λύπη. Ἀσύνετος εἶ ἄνθρωπε, φησί, καὶ οὐ νοεῖς, ὅτι ἡ λύπη πάντων τῶν πνευμάτων πονηροτέρα ἐστὶ καὶ δεινοτάτη τοῖς δούλοις τοῦ θεοῦ καὶ παρὰ πάντα τὰ πνεύματα καταφθείρει τὸν ἄνθρωπον καὶ ἐκτρίβει τὸ πνεῦμα τὸ ἅγιον καὶ πάλιν σώζει;
「主よ、これらの姉妹だというのはどうしてですか。短気と二心と悲しみとは、私には別々のものと思われます」と私は言う。「人よ、お前は理解を欠いている」と彼は言う。「悲しみはすべての霊のうちで最も悪しきものであり、神の僕たちにとって最も恐ろしいものであって、すべての霊にもまして人を滅ぼし、聖なる霊を擦り減らし、そしてまた救うということを、お前は悟らないのか」。
Pastor Mand.10.1.3
Ἐγώ, φημί, κύριε, ἀσύνετός εἰμι καὶ οὐ συνίω τὰς παραβολὰς ταύτας. πῶς γὰρ δύναται ἐκτρίβειν καὶ πάλιν σώζειν, οὐ νοῶ.
「主よ、私は理解を欠いていて、これらの譬えを理解できません。悲しみがどうして擦り減らし、またどうして救うことができるのか、私には悟れません」と私は言う。
Pastor Mand.10.1.4
Ἄκουε, φησίν: οἱ μηδέποτε ἐρευνήσαντες περὶ τῆς ἀληθείας μηδὲ ἐπιζητήσαντες περὶ τῆς θεότητος, πιστεύσαντες δὲ μόνον, ἐμπεφυρμένοι δὲ πραγματείαις καὶ πλούτῳ καὶ φιλίαις ἐθνικαῖς καὶ ἄλλαις πολλαῖς πραγματείαις τοῦ αἰῶνος τούτου: ὅσοι οὖν τούτοις πρόσκεινται, οὐ νοοῦσι τὰς παραβολὰς τῆς θεότητος: ἐπισκοτοῦνται γὰρ ὑπὸ τούτων τῶν πράξεων καὶ καταφθείρονται καὶ γίνονται κεχερσωμένοι.
「聞け」と彼は言う。「真理について一度も探求せず、神性について尋ね求めもせず、ただ信じただけの者たち、そして営みや富や異邦人との交わりや、その他この世の多くの営みに埋没した者たち——このようなものに執着する者たちは、神性についての譬えを悟らない。彼らはこれらの行いによって闇に覆われ、滅ぼされ、荒れ果てた者となるからである」。
Pastor Mand.10.1.5
καθὼς οἱ ἀμπελῶνες οἱ καλοί, ὅταν ἀμελείας τύχωσι, χερσοῦνται ἀπὸ τῶν ἀκανθῶν καὶ βοτανῶν ποικίλων, οὕτως οἱ ἄνθρωποι οἱ πιστεύσαντες καὶ εἰς ταύτας τὰς πράξεις τὰς πολλὰς ἐμπίπτοντες τὰς προειρημένας, ἀποπλανῶνται ἀπὸ τῆς διανοίας αὐτῶν, καὶ οὐδὲν ὅλως νοοῦσι περὶ δικαιοσύνης, ἀλλὰ καὶ ὅταν ἀκούσωσι περὶ θεότητος καὶ ἀληθείας, ὁ νοῦς αὐτῶν περὶ τὴν πρᾶξιν αὐτῶν καταγίνεται, καὶ οὐδὲν ὅλως νοοῦσιν.
「良いブドウ畑が、手入れを怠られると、いばらや様々な雑草によって荒れ果てるように、信じた者たちも、先に言われたこれらの多くの行いに陥ると、自分の思いから迷い出て、正義について全く悟らなくなる。そして神性と真理について聞くときにも、彼らの精神はその行いのことに占められていて、全く悟らないのである」。
Pastor Mand.10.1.6
οἱ δὲ φόβον ἔχοντες θεοῦ καὶ ἐρευνῶντες περὶ θεότητος καὶ ἀληθείας καὶ τὴν καρδίαν ἔχοντες πρὸς τὸν κύριον, πάντα τὰ λεγόμενα αὐτοῖς τάχιον νοοῦσι καὶ συνίουσιν, ὅτι ἔχουσι τὸν φόβον τοῦ κυρίου ἐν ἑαυτοῖς: ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ καὶ σύνεσις πολλή. κολλήθητι οὖν τῷ κυρίῳ, καὶ πάντα συνήσεις καὶ νοήσεις.
「しかし神への畏れを抱き、神性と真理について探求し、心を主に向けている者たちは、彼らに語られることをすべて速やかに悟り、理解する。彼らは主への畏れを自分自身のうちに抱いているからである。主が住まうところには、豊かな理解もあるのである。だから主に結びつけ。そうすればお前はすべてを理解し、悟るであろう」。