ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.7, Caput I 譬え 7 第I章

Hermas · Pastor · 7 sectiones

Pastor Sim.7.1.1

1

Μετὰ ἡμέρας ὀλίγας εἶδον αὐτὸν εἰς τὸ πεδίον τὸ αὐτό, ὅπου καὶ τοὺς ποιμένας ἑωράκειν, καὶ λέγει μοι: Τί ἐπιζητεῖς; Πάρειμι, κύριε, ἵνα τὸν ποιμένα τὸν τιμωρητὴν κελεύσῃς ἐκ τοῦ οἴκου μου ἐξελθεῖν, ὅτι λίαν με θλίβει. Δεῖ σε, φησί, θλιβῆναι: οὕτω γάρ, φησί, προσέταξεν ὁ ἔνδοξος ἄγγελος τὰ περὶ σοῦ: θέλει γάρ σε πειρασθῆναι. Τί γάρ, φημί, κύριε, ἐποίησα οὕτω πονηρόν, ἵνα τῷ ἀγγέλῳ τούτῳ παραδοθῶ;

数日ののち、私は彼を、かつて牧者たちを見たのと同じ野で見た。彼は私に言う。「何を求めているのか」。「主よ、私は、懲らしめの牧者に私の家から出て行くよう命じていただきたく、参りました。彼は私をひどく苦しめているのです」。「お前は苦しめられねばならない」と彼は言う、「栄えある天使が、お前について、そのように命じたからだ。彼はお前が試されることを望んでいるのだ」。「主よ、私が何をこれほど悪しきことを行ったので、この天使に引き渡されるのですか」と私は言う。

Pastor Sim.7.1.2

2

Ἄκουε, φησίν: αἱ μὲν ἁμαρτίαι σου πολλαί, ἀλλ’ οὐ τοσαῦται, ὥστε τῷ ἀγγέλῳ τούτῳ παραδοθῆναι: ἀλλ’ ὁ οἶκός σου μεγάλας ἀνομίας καὶ ἁμαρτίας εἰργάσατο, καὶ παρεπικράνθη ὁ ἔνδοξος ἄγγελος ἐπὶ τοῖς ἔργοις αὐτῶν καὶ διὰ τοῦτο ἐκέλευσέ σε χρόνον τινὰ θλιβῆναι, ἵνα κἀκεῖνοι μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ πάσης ἐπιθυμίας τοῦ αἰῶνος τούτου. ὅταν οὖν μετανοήσωσι καὶ καθαρισθῶσι, τότε ἀποστήσεται ἀπὸ σοῦ ὁ ἄγγελος τῆς τιμωρίας.

「聞け」と彼は言う、「お前の罪は多いが、この天使に引き渡されるほどではない。だが、お前の家は大きな不法と罪とを行い、栄えある天使は彼らの行いに対して激しく怒った。それゆえ彼は、お前がしばらくの間苦しめられるよう命じたのだ。それによって彼らもまた悔い改め、この世のあらゆる欲望から自分を清めるように」。「彼らが悔い改めて清められたとき、そのとき懲らしめの天使はお前から離れ去るであろう」。

Pastor Sim.7.1.3

3

λέγω αὐτῷ: Κύριε, εἰ ἐκεῖνοι τοιαῦτα εἰργάσαντο, ἵνα παραπικρανθῇ ὁ ἔνδοξος ἄγγελος, τί ἐγὼ ἐποίησα; Ἄλλως, φησίν, οὐ δύνανται ἐκεῖνοι θλιβῆναι, ἐὰν μὴ σὺ ἡ κεφαλὴ τοῦ οἴκου θλιβῇς: σοῦ γὰρ θλιβομένου ἐξ ἀνάγκης κἀκεῖνοι θλιβήσονται, εὐσταθοῦντος δὲ σοῦ οὐδεμίαν δύνανται θλῖψιν ἔχειν.

私は彼に言う。「主よ、栄えある天使が激しく怒るようなことを行ったのが彼らであるなら、私は何をしたのですか」。「そうでなければ」と彼は言う、「彼らが苦しめられることはできない。家の頭であるお前が苦しめられなければ。お前が苦しめられれば、必然的に彼らも苦しめられ、お前が揺るがずにいれば、彼らは何の苦難も受けることができないのだ」。

Pastor Sim.7.1.4

4

Ἀλλ’ ἰδού, φημί, κύριε, μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. Οἶδα, φησί, κἀγώ, ὅτι μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν: τῶν οὖν μετανοούντων εὐθὺς δοκεῖς τὰς ἁμαρτιας ἀφίεσθαι; οὐ παντελῶς: ἀλλὰ δεῖ τὸν μετανοοῦντα βασανίσαι τὴν ἑαυτοῦ ψυχὴν καὶ ταπεινοφρονῆσαι ἐν πάσῃ πράξει αὐτοῦ ἰσχυρῶς καὶ θλιβῆναι ἐν πάσαις θίψεσι ποικίλαις: καὶ ἐὰν ὑπενέγκῃ τὰς θλίψεις τὰς ἐπερχομένας αὐτῷ, πάντως σπλαγχνισθήσεται ὁ τὰ πάντα κτίσας καὶ ἐνδυναμώσας καὶ ἴασίν τινα δώσει αὐτῷ:

「しかし主よ、ご覧ください、彼らは心を尽くして悔い改めました」と私は言う。「私もまた」と彼は言う、「彼らが心を尽くして悔い改めたことを知っている。だが、悔い改める者たちの罪は、直ちに赦されるとお前は思うのか」。「決してそうではない。むしろ悔い改める者は、自らの魂を苦しめ、あらゆる行いにおいて強く謙り、様々なあらゆる苦難によって苦しめられねばならない。もし彼が自分に臨む苦難に耐え忍ぶならば、万物を創造し強めた方は必ず彼を憐れみ、ある癒しを与えるであろう。」

Pastor Sim.7.1.5

5

καὶ τοῦτο πάντως, ἐὰν ἴδῃ τὴν καρδίαν τοῦ μετανοοῦντος καθαρὰν ἀπὸ παντὸς πονηροῦ πράγματος. σοὶ δὲ συμφέρον ἐστὶ καὶ τῷ οἴκῳ σου νῦν θλιβῆναι. τί δέ σοι πολλὰ λέγω; θλιβῆναί σε δεῖ, καθὼς προσέταξεν ὁ ἄγγελος κυρίου ἐκεῖνος, ὁ παραδιδούς σε ἐμοί: καὶ τοῦτο εὐχαρίστει τῷ κυρίῳ, ὅτι ἄξιόν σε ἡγήσατο τοῦ προδηλῶσαί σοι τὴν θλῖψιν, ἵνα προγνοὺς αὐτὴν ὑπενέγκῃς ἰσχυρῶς.

「そしてこれは必ず、悔い改める者の心があらゆる悪しき事から清くなっているのを見たときのことである」。「お前とお前の家にとって、今、苦しめられることは益となる。多くを語って何になろう。お前は苦しめられねばならない。お前を私に引き渡したかの主の天使が、そのように命じたとおりに。そしてこのことについて主に感謝を捧げよ。主がお前を、苦難を前もって示すにふさわしい者とみなし、それを前もって知ったうえで強く耐え忍ぶようにしてくださったのだから」。

Pastor Sim.7.1.6

6

λέγω αὐτῷ: Κύριε, σὺ μετ’ ἐμοῦ γίνου, καὶ δυνήσομαι πᾶσαν θλῖψιν ὑπενεγκεῖν. Ἐγώ, φησίν, ἔσομαι μετὰ σοῦ: ἐρωτήσω δέ καὶ τὸν ἄγγελον τὸν τιμωρητήν, ἵνα σε ἐλαφροτέρως θλίψῃ: ἀλλ’ ὀλίγον χρόνον θλιβήσῃ καὶ πάλιν ἀποκατασταθήσῃ εἰς τὸν οἶκόν σου. μόνον παράμεινον ταπεινοφρονῶν καὶ λειτουργῶν τῷ κυρίῳ ἐν πάσῃ καθαρᾷ καρδίᾳ, καὶ τὰ τέκνα σου καὶ ὁ οἶκός σου, καὶ πορεύου ἐν ταῖς ἐντολαῖς μου αἷς σοι ἐντέλλομαι, καὶ δυνήσεταί σου ἡ μετάνοια ἰσχυρὰ καὶ καθαρὰ εἶναι:

私は彼に言う。「主よ、どうか私と共にいてください。そうすればあらゆる苦難に耐え忍ぶことができるでしょう」。「私は」と彼は言う、「お前と共にいるであろう。そして懲らしめの天使にも、お前をより軽く苦しめるように頼んでおこう。だが、お前はしばらくの間苦しめられ、その後再びお前の家に元どおりとされるであろう」。「ただ、お前と、お前の子らと、お前の家とが、へりくだって、あらゆる清い心をもって主に仕え続けよ。そして私がお前に命じるこれらの戒めに従って歩め。そうすればお前の悔い改めは強く清いものとなりうるであろう。」

Pastor Sim.7.1.7

7

καὶ ἐὰν ταύτας φυλάξῃς μετὰ τοῦ οἴκου σου, ἀποστήσεται πᾶσα θλῖψις ἀπὸ σοῦ: καὶ ἀπὸ πάντων δέ, φησίν, ἀποστήσεται θλῖψις. ὅσοι ἐὰν ἐν ταῖς ἐντολαῖς μου ταύταις πορευθῶσιν.

「もしお前がお前の家と共にこれらを守るならば、あらゆる苦難はお前から離れ去るであろう」。「また、すべての者からも」と彼は言う、「苦難は離れ去るであろう。この私の戒めに従って歩む者は誰でも」。