Pastor Sim.5.1.1
Νηστεύων καὶ καθήμενος εἰς ὄρος τι κα εὐχαριστῶν τῷ κυρίῳ περὶ πάντων ὧν ἐποίησε μετ’ ἐμοῦ, βλέπω τὸν ποιμένα παρακαθήμενόν μοι καὶ λέγοντα: Τί ὀρθρινὸς ὧδε ἐλήλυθας; Ὅτι, φημί, κύριε, στατίωνα ἔχω.
断食しながらある山に座り、主が私になしてくださったすべてのことについて感謝を捧げていると、私は牧者が私のそばに座り、こう言うのを見る。「なぜお前は朝早くからここに来ているのか。」私は言う。「主よ、私はスタティオンを行っているからです。」
Pastor Sim.5.1.2
Τί, φησίν, ἐστὶ στατίων; Νηστεύω, φημί, κύριε. Νηστεία δὲ, φησί, τί ἐστιν αὕτη, ἣν νηστεύετε; Ὡς εἰώθειν, φημί, κύριε, οὕτω νηστεύω.
彼は言う。「スタティオンとは何か。」私は言う。「断食をしているのです、主よ。」「では」と彼は言う、「諸君が行っているこの断食とは何であるのか。」私は言う。「主よ、私は習慣どおりにこう断食しています。」
Pastor Sim.5.1.3
Οὐκ οἴδατε, φησί, νηστεύειν τῷ κυρίῳ, οὐδέ ἐστιν νηστεία αὕτη ἡ ἀνωφελής, ἣν νηστεύετε αὐτῷ. Διατί, φημί, κύριε, τοῦτο λέγεις; Λέγω σοι, φησίν, ὅτι οὐκ ἔστιν αὕτη νηστεία, ἣν δοκεῖτε νηστεύειν: ἀλλ’ ἐγώ σε διδάξω, τί ἐστι νηστεία δεκτὴ καὶ πλήρης τῷ κυρίῳ. Ἄκουε, φησίν.
彼は言う。「諸君は主に対して断食する仕方を知らない。諸君が主に対して行っているこの無益な断食は、断食ではないのだ。」私は言う。「主よ、なぜそう言われるのですか。」彼は言う。「私はお前に言うが、諸君が断食していると思っているこれは断食ではない。私はお前に、主に受け入れられる完全な断食とは何かを教えよう。聞け」と彼は言う。
Pastor Sim.5.1.4
ὁ θεὸς οὐ βούλεται τοιαύτην νηστείαν ματαίαν: οὕτω γὰρ νηστεύων τῷ θεῷ οὐδὲν ἐργάσῃ τῇ δικαιοσύνῃ. νήστευσον δὲ τῷ θεῷ νηστείαν τοιαύτην:
「神はこのような空しい断食を望まない。そのように神に対して断食しても、正義において何も働きをなさないからだ。神に対してこのような断食をせよ。」
Pastor Sim.5.1.5
μηδὲν πονηρεύσῃ ἐν τῇ ζωῇ σου, ἀλλὰ δούλευσον τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ: τήρησον τὰς ἐντολὰς αὐτοῦ πορευόμενος ἐν τοὶς προστάγμασιν αὐτοῦ καὶ μηδεμία ἐπιθυμία πονηρὰ ἀναβήτω ἐν τῇ καρδίᾳ σου: πίστευσον δὲ τῷ θεῷ, ὅτι, ἐὰν ταῦτα ἐργάσῃ καὶ φοβηθῇς αὐτὸν καὶ ἐγκρατεύσῃ ἀπὸ παντὸς πονηροῦ πράγματος, ζήσῃ τῷ θεῷ: καὶ ταῦτα ἐὰν ἐργάσῃ, μεγάλην νηστείαν ποιήσεις καὶ δεκτὴν τῷ θεῷ.
「お前の生涯において何も悪をなさず、清い心で主に仕えよ。その戒めを守り、その定めのうちを歩み、いかなる悪しき欲望もお前の心に上らせるな。神を信じよ、もしお前がこれを行い、神を畏れ、あらゆる悪しき事柄から節制するならば、お前は神に生きるであろう。そしてこれを行うならば、お前は大いなる断食を、神に受け入れられる断食をなすことになる。」