ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.4, Caput III 戒め 4 第III章

Hermas · Pastor · 7 sectiones

Pastor Mand.4.3.1

1

Ἔτι, φημί, κύριε, προσθήσω τοῦ ἐπερωτῆσαι. Λέγε, φησίν. Ἤκουσα, φημί, κύριε, παρά τινων διδασκάλων, ὅτι ἑτέρα μετάνοια οὐκ ἔστιν εἰ μὴ ἐκείνη, ὅτε εἰς ὕδωρ κατέβημεν καὶ ἐλάβομεν ἄφεσιν ἁμαρτιῶν ἡμῶν τῶν προτέρων.

「なお主よ」と私は言う、「お尋ねすることを重ねましょう」。「言え」と彼は言う。「主よ」と私は言う、「私はある教師たちから、我々が水の中に降りて我々の以前の罪の赦しを受けた、あの時のほかには、別の悔い改めはないと聞きました」。

Pastor Mand.4.3.2

2

λέγει μοι: Καλῶς ἤκουσας: οὕτω γὰρ ἔχει. ἔδει γὰρ τὸν εἰληφότα ἄφεσιν ἁμαρτιῶν μηκέτι ἁμαρτάνειν, ἀλλ’ ἐν ἁγνείᾳ κατοικεῖν.

彼は私に言う。「お前はよく聞いた。まさにそのとおりなのだから」。「罪の赦しを受けた者は、もはや罪を犯さず、純潔のうちに住むべきであった。」

Pastor Mand.4.3.3

3

ἐπεὶ δὲ πάντα ἐξακριβάζῃ, καὶ τοῦτό σοι δηλώσω, μὴ διδοὺς ἀφορμὴν τοῖς μέλλουσι πιστεύειν ἢ τοῖς νῦν πιστεύσασιν εἰς τὸν κύριον. οἱ γὰρ νῦν πιστεύσαντες ἢ μέλλοντες πιστεύειν μετάνοιαν ἁμαρτιῶν οὐκ ἔχουσιν, ἄφεσιν δὲ ἔχουσι τῶν προτέρων ἁμαρτιῶν αὐτῶν.

「だが、お前がすべてを詳しく尋ねるので、これをもお前に明らかにしよう。ただし、これから信じようとする者たちや、今すでに主を信じた者たちに機会を与えるのではない」。「今信じた者たち、あるいはこれから信じようとする者たちには、罪の悔い改めはなく、彼らの以前の罪の赦しがあるからである」。

Pastor Mand.4.3.4

4

τοῖς οὖν κληθεῖσι πρὸ τούτων τῶν ἡμερῶν ἔθηκεν ὁ κύριος μετάνοιαν: καρδιογνώστης γὰρ ὢν ὁ κύριος καὶ πάντα προγινώσκων ἔγνω τὴν ἀσθένειαν τῶν ἀνθρώπων καὶ τὴν πολυπλοκίαν τοῦ διαβόλου, ὅτι ποιήσει τι κακὸν τοῖς δούλοις τοῦ θεοῦ καὶ πονηρεύσεται εἰς αὐτούς.

「それゆえ、これらの日々より前に召された者たちのために、主は悔い改めを定められた。主は心を知る方であり、すべてを予め知っておられるので、人間の弱さと、悪魔の狡猾さを知っておられた。悪魔が神の僕たちに何か悪をなし、彼らに対して悪をたくらむであろうことを」。

Pastor Mand.4.3.5

5

πολύσπλαγχνος οὖν ὢν ὁ κύριος ἐσπλαγχνίσθη ἐπὶ τὴν ποίησιν αὐτοῦ καὶ ἔθηκεν τὴν μετάνοιαν ταύτην, καὶ ἐμοὶ ἡ ἐξουσία τῆς μετανοίας ταύτης ἐδόθη.

「それゆえ主は、深い憐れみを持つ方であるので、おのれの造った者たちを憐れみ、この悔い改めを定められた。そして、この悔い改めの権能は私に与えられた」。

Pastor Mand.4.3.6

6

ἀλλὰ ἐγώ σοι λέγω, φησί μετὰ τὴν κλῆσιν ἐκείνην τὴν μεγάλην καὶ σεμνὴν ἐάν τις ἐκπειρασθεὶς ὑπὸ τοῦ διαβόλου ἁμαρτήσῃ, μίαν μετάνοιαν ἔχει: ἐὰν δὲ ὑπὸ χεῖρα ἁμαρτάνῃ καὶ μετανοήσῃ, ἀσύμφορόν ἐστι τῷ ἀνθρώπῳ τῷ τοιούτῳ: δυσκόλως γὰρ ζήσεται.

「しかし私はお前に言う」と彼は言う、「あの大いなる謹厳な召しののちに、もし誰かが悪魔に試みられて罪を犯すなら、その者には一度の悔い改めがある。しかし、もしたびたび罪を犯しては悔い改めるなら、そのような人間には益がない。生きることは困難だからである」。

Pastor Mand.4.3.7

7

λέγω αὐτῷ Ἐζωοποιήθην ταῦτα παρὰ σοῦ ἀκούσας οὕτως ἀκριβῶς: οἶδα γὰρ ὅτι, ἐὰν μηκέτι προσθήσω ταῖς ἁμαρτίαις μου, σωθήσομαι. Σωθήσῃ, φησίν, καὶ πάντες, ὅσοι ἐὰν ταῦτα ποιήσωσιν.

私は彼に言う。「これをこのように詳しく聞いて、私は生き返りました。もはや私の罪に付け加えないならば、私は救われるであろうと知っているからです」。「お前は救われるであろう」と彼は言う、「そして、これを行う者は皆、救われるであろう」。