Pastor Vis.3.2.1
Τί, φημί, ὑπήνεγκαν; Ἄκουε, φησίν: μάστιγας, φυλακάς, θλίψεις μεγάλας, σταυρούς, θηρία εἵνεκεν τοῦ ὀνόματος: διὰ τοῦτο ἐκείνων ἐστὶν τὰ δεξιὰ μέρη τοῦ ἁγιάσματος καὶ ὃς ἐὰν πάθῃ διὰ τὸ ὄνομα: τῶν δὲ λοιπῶν τὰ ἀριστερὰ μέρη ἐστίν. ἀλλὰ ἀμφοτέρων, καὶ τῶν ἐκ δεξιῶν καὶ τῶν ἀριστερῶν καθημένων, τὰ αὐτὰ δῶρα καὶ αἱ αὐταὶ ἐπαγγελίαι: μόνον ἐκεῖνοι ἐκ δεξιῶν κάθηνται καὶ ἔχουσιν δόξαν τινά.
「彼らは何を耐え忍んだのですか」と私は言う。「聞け」と彼女は言う。「鞭、牢獄、大いなる苦難、十字架、御名のゆえの獣たちを。それゆえ、聖所の右側は彼らのもの、また御名のために苦しみを受ける者のものである。だが左側は残りの者たちのものである。しかし、右に座る者たちも左に座る者たちも、両者とも同じ賜物、同じ約束を受ける。ただ、彼らは右に座り、ある種の栄光を持っている。」
Pastor Vis.3.2.2
σὺ δὲ κατεπιθυμεῖς καθίσαι ἐκ δεξιῶν μετ’ αὐτῶν, ἀλλὰ τὰ ὑστερήματά σου πολλά. καθαρισθήσῃ δὲ ἀπὸ τῶν ὑστερημάτων σου: καὶ πάντες οἱ μὴ διψυχοῦντες καθαρισθήσονται ἀπὸ πάντων τῶν ἁμαρτημάτων εἰς ταύτην τὴν ἡμέραν.
「お前は彼らとともに右に座ることを強く望んでいるが、お前の不足は多い。だが、お前は自分の不足から清められるであろう。そして、二心を抱かないすべての者は、この日までのあらゆる罪から清められるであろう。」
Pastor Vis.3.2.3
ταῦτα εἴπασα ἤθελεν ἀπελθεῖν: πεσὼν δὲ αὐτῆς πρὸς τοὺς πόδας ἠρώτησα αὐτὴν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιδείξῃ ὃ ἐπηγγείλατο ὅραμα.
これらのことを言い終えると、彼女は立ち去ろうとした。しかし私は彼女の足もとに伏し、主にかけて、約束された幻を私に示してくださるよう彼女に願った。
Pastor Vis.3.2.4
ἡ δὲ πάλιν ἐπελάβετό μου τῆς χειρὸς καὶ ἐγείρει με καὶ καθίζει ἐπὶ τὸ συμψέλιον ἐξ εὐωνύμων: ἐκαθέζετο δὲ καὶ αὐτὴ ἐκ δεξιῶν. καὶ ἐπάρασα ῥάβδον τινὰ λαμπρὰν λέγει μοι: Βλέπεις μέγα πρᾶγμα; λέγω αὐτῇ: Κυρία, οὐδὲν βλέπω. λέγει μοι: Σύ, ἰδού, οὐχ ὁρᾷς κατέναντί σου πύργον μέγαν οἰκοδομούμενον ἐπὶ ὑδάτων λίθοις τετραγώνοις λαμπροῖς;
彼女は再び私の手を取り、私を起こし、長椅子の左手に座らせた。彼女自身は右手に座った。そして輝く杖を上げて私に言う。「お前には大きなものが見えるか。」私は彼女に言った。「奥方よ、何も見えません。」彼女は私に言う。「お前は、見よ、お前の真向かいに、光り輝く四角い石で水の上に建てられている大きな塔が見えないのか。」
Pastor Vis.3.2.5
ἐν τετραγώνῳ δὲ ᾠκοδομεῖτο ὁ πύργος ὑπὸ τῶν ἓξ νεανίσκων τῶν ἐληλυθότων μετ’ αὐτῆς: ἄλαι δὲ μυριάδες ἀνδρῶν παρέφερον λίθους, οἱ μὲν ἐκ τοῦ βυθοῦ, οἱ δὲ ἐκ τῆς γῆς, καὶ ἐπεδίδουν τοῖς ἓξ νεανίσκοις: ἐκεῖνοι δὲ ἐλάμβανον καὶ ᾠκοδόμουν.
その塔は四角く、彼女とともに来た六人の若者によって建てられていた。他に無数の男たちが石を運んでいた。ある者は深みから、ある者は地から。そして彼らはそれを六人の若者に手渡し、若者たちはそれを受け取って建てていた。
Pastor Vis.3.2.6
τοὺς μὲν ἐκ τοῦ βυθοῦ λίθους ἑλκομένους πάντας οὕτως ἐτίθεσαν εἰς τὴν οἰκοδομήν: ἡρμοσμένοι γὰρ ἦσαν καὶ συνεφώνουν τῇ ἁρμογῇ μετὰ τῶν ἑτέρων: καὶ οὕτως ἐκολλῶντο ἀλλήλοις, ὥστε τὴν ἁρμογὴν αὐτῶν μὴ φαίνεσθαι. ἐφαίνετο δὲ ἡ οἰκοδομὴ τοῦ πύργου ὡς ἐξ ἑνὸς λίθου ᾠκοδομημένη.
深みから引き上げられた石は、すべてそのように建物の中に据えられていた。それらはよく合わされ、他の石との継ぎ目に調和していた。そしてこのように互いに固く合わさっていたので、その継ぎ目は見分けがつかなかった。塔の建物は、まるで一つの石から建てられたように見えた。
Pastor Vis.3.2.7
τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπὸ τῆς ξηρᾶς τοὺς μὲν ἀπέβαλλον, τοὺς δὲ ἐτίθουν εἰς τὴν οἰκοδομήν: ἄλλους δὲ κατέκοπτον καὶ ἔρριπτον μακρὰν ἀπὸ τοῦ πύργου.
乾いた地から運ばれてきた他の石については、ある物は投げ捨てられ、ある物は建物の中に据えられ、またある物は砕かれて塔から遠くへ投げ捨てられた。
Pastor Vis.3.2.8
ἄλλοι δὲ λίθοι πολλοὶ κύκλῳ τοῦ πύργου ἔκειντο, καὶ οὐκ ἐχρῶντο αὐτοῖς ἐπὶ τὴν οἰκοδομήν: ἦσαν γάρ τινες ἐξ αὐτῶν ἐψωριακότες, ἕτεροι δὲ σχισμὰς ἔχοντες, ἄλλοι δὲ κεκολοβωμένοι, ἄλλοι δὲ λευκοὶ καὶ στρογγύλοι, μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν.
他にも多くの石が塔の周りに置かれていたが、建物には使われなかった。それらのうちある物は疥癬に冒され、ある物は裂け目があり、ある物は先が欠け、ある物は白くて丸く、建物に合わなかった。
Pastor Vis.3.2.9
ἔβλεπον δὲ ἑτέρους λίθους ῥιπτομένους μακρὰν ἀπὸ τοῦ πύργου καὶ ἐρχομένους εἰς τὴν ὁδὸν καὶ μὴ μένοντας ἐν τῇ ὁδῷ, ἀλλὰ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὴν ἀνοδίαν: ἑτέρους δὲ ἐπὶ πῦρ ἐμπίπτοντας καὶ καιομένους: ἑτέρους δὲ πίπτοντας ἐγγὺς ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ, καίπερ θελόντων κυλισθῆναι καὶ ἐλθεῖν εἰς τὸ ὕδωρ.
また、他の石が塔から遠くへ投げ捨てられ、道に来ても道に留まらず、道から道なき所へ転がり落ちるのを、私は見た。他の石は火の中に落ちて焼かれ、また他の石は水の近くに落ちたが、水に転がり込みたいと望みながらも、水の中へ転がり込むことができなかった。