ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XXIV 譬え 9 第XXIV章

Hermas · Pastor · 4 sectiones

Pastor Sim.9.24.1

1

Ἐκ δὲ τοῦ ἑβδόμου ὄρους, ἐν ᾧ βοτάναι χλωραὶ καὶ ἱλαραί, καὶ ὅλον τὸ ὄρος εὐθηνοῦν καὶ πᾶν γένος κτηνῶν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνέμοντο τὰς βοτάνας ἐκ τούτῳ τῷ ὄρει, καὶ αἱ βοτάναι, ἃς ἐνέμοντο, μᾶλλον εὐθαλεῖς ἐγίνοντο, οἱ πιστεύσαντες τοιοῦτοί εἰσι.

「青々として朗らかな草があり、山全体が豊かに茂り、あらゆる種類の家畜と空の鳥とがこの山で草を食み、食まれた草がなお一層生い茂るという第七の山から信じた者たちは、このような者である。」

Pastor Sim.9.24.2

2

πάντοτε ἁπλοῖ καὶ ἄκακοι καὶ μακάριοι ἐγίνοντο, μηδὲν κατ’ ἀλλήλων ἔχοντες, ἀλλὰ πάντοτε ἀγαλλιώμενοι ἐπὶ τοῖς δούλοις τοῦ θεοῦ καὶ ἐνδεδυμένοι τὸ πνεῦμα τὸ ἅγιον τούτων τῶν παρθένων καὶ πάντοτε σπλάγχνον ἔχοντες ἐπὶ πάντα ἄνθρωπον, καὶ ἐκ τῶν κόπων αὐτῶν παντὶ ἀνθρώπῳ ἐχορήγησαν ἀνονειδίστως καὶ ἀδιστάκτως.

「彼らは常に率直で、悪意なく、幸いな者であり、互いに何も抱くことなく、常に神の僕たちのゆえに喜び踊り、これらの乙女たちの聖なる霊を身にまとい、常にすべての人に対して憐れみの心を持ち、自らの労苦から、とがめることなく、ためらうことなく、すべての人に施した。」

Pastor Sim.9.24.3

3

ὁ οὖν κύριος ἰδὼν τὴν ἁπλότητα αὐτῶν καὶ πᾶσαν νηπιότητα ἐπλήθυνεν αὐτοὺς ἐν τοῖς κόποις τῶν χειρῶν αὐτῶν καὶ ἐχαρίτωσεν αὐτοὺς ἐν πάσῃ πράξει αὐτῶν.

「そこで主は、彼らの率直さと一切の幼さとを見て、彼らの手の労苦において彼らを増し加え、彼らのすべての行いにおいて彼らに恩寵を与えられた。」

Pastor Sim.9.24.4

4

λέγω δὲ ὑμῖν τοῖς τοιούτοις οὖσιν ἐγὼ ὁ ἄγγελος τῆς μετανοίας: διαμείνατε τοιοῦτοι, καὶ οὐκ ἐξαλειφθήσεται τὸ σπέρμα ὑμῶν ἕως αἰῶνος: ἐδοκίμασε γὰρ ὑμᾶς ὁ κύριος καὶ ἐνέγραψεν ὑμᾶς εἰς τὸν ἀριθμὸν τὸν ἡμέτερον, καὶ ὅλον τὸ σπέρμα ὑμῶν κατοικήσει μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ: ἐκ γὰρ τοῦ πνεύματος αὐτοῦ ἐλάβετε.

「私、悔い改めの天使は、このような者である諸君に言う。このままであり続けよ。そうすれば諸君の子孫は永遠に消し去られることはないであろう。主は諸君を試みて、我々の数に諸君を書き記されたのであり、諸君の子孫はことごとく神の子と共に住むことになるからである。諸君は彼の霊から受けたのだから。」