ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput XI 幻 3 第XI章

Hermas · Pastor · 4 sectiones

Pastor Vis.3.11.1

1

Ἄκουε, φησίν, περὶ τῶν μορφῶν ὧν ἐπιζητεῖς.

彼は言う。「お前が尋ね求めている姿について聞くがよい。」

Pastor Vis.3.11.2

2

τῇ μὲν πρώτῃ ὁράσει διατί πρεσβυτέρα ὤφθη σοι καὶ ἐπὶ καθέδραν καθημένη; ὅτι τὸ πνεῦμα ὑμῶν πρεσβύτερον καὶ ἤδη μεμαραμμένον καὶ μὴ ἔχον δύναμιν ἀπὸ τῶν μαλακιῶν ὑμῶν καὶ διψυχιῶν:

「第一の幻において、なぜ彼女は年老いた者としてお前に現れ、椅子に座っていたのか。諸君の霊が年老いており、既にしぼんでしまい、諸君の柔弱さと二心のゆえに力を持たないからである。」

Pastor Vis.3.11.3

3

ὥσπερ γὰρ οἱ πρεσβύτεροι, μηκέτι ἔχοντες ἐλπίδα τοῦ ἀνανεῶσαι, οὐδὲν ἄλλο προσδοκῶσιν εἰ μὴ τὴν κοίμησιν αὐτῶν, οὕτως καὶ ὑμεῖς μαλακισθέντες ἀπὸ τῶν βιωτικῶν πραγμάτων παρεδώκατε ἑαυτοὺς εἰς τὰς ἀκηδίας καὶ οὐκ ἐπερίψατε ἑαυτῶν τὰς μερίμνας ἐπὶ τὸν κύριον: ἀλλὰ ἐθραύσθη ὑμῶν ἡ διάνοια καὶ ἐπαλαιώθητε ταῖς λύπαις ὑμῶν.

「年老いた者たちが、もはや若返る望みを持たず、自分たちの眠り以外の何も期待しないように、諸君もまた世の事柄によって柔弱になり、自分自身を無気力に引き渡し、自分たちの思い煩いを主の上に投げかけることをしなかった。むしろ諸君の思いは砕かれ、諸君は自分たちの悲しみによって古びてしまった。」

Pastor Vis.3.11.4

4

Διατί οὖν ἐν καθέδρᾳ ἐκάθητο, ἤθελον γνῶναι, κύριε. Ὅτι πᾶς ἀσθενὴς εἰς καθέδραν καθέζεται διὰ τὴν ἀσθένειαν αὐτοῦ, ἵνα συνκρατηθῇ ἡ ἀσθένεια τοῦ σώματος αὐτοῦ. ἔχεις τὸν τύπον τῆς πρώτης ὁράσεως.

「それでは、なぜ彼女は椅子に座っていたのか、主よ、知りたく思います。」「あらゆる弱い者は、自分の弱さのゆえに椅子に座る。自分の肉体の弱さが支えられるためである。お前は第一の幻のひな型を得た。」