Pastor Sim.5.4.1
Ἐδεήθην αὐτοῦ πολλά, ἵνα μοι δηλώσῃ τὴν παραβολὴν τοῦ ἀγροῦ καὶ τοῦ δεσπότου καὶ τοῦ ἀμπελῶνος καὶ τοῦ δούλου τοῦ χαρακώσαντος τὸν ἀμπελῶνα καὶ τῶν χαράκων καὶ τῶν βοτανῶν τῶν ἐκτετιλμένων ἐκ τοῦ ἀμπελῶνος καὶ τοῦ υἱοῦ καὶ τῶν φίλων τῶν συμβούλων: συνῆκα γάρ, ὅτι παραβολή τίς ἐστι ταῦτα πάντα.
私は彼に、畑と主宰者と葡萄園と葡萄園に支柱を立てた僕、そして支柱と葡萄園から引き抜かれた雑草、そして息子と相談役の友人たちについての譬えを私に明らかにしてくれるよう、しきりに願った。これらすべてが何かの譬えであると理解したからである。
Pastor Sim.5.4.2
ὁ δὲ ἀποκριθείς μοι εἶπεν: Αὐθάδης εἰ λίαν εἰς τὸ ἐπερωτᾶν. οὐκ ὀφείλεις, φησίν, ἐπερωτᾶν οὐδὲν ὅλως: ἐὰν γάρ σοι δέῃ δηλωθῆναι, δηλωθήσεται. λέγω αὐτῷ: Κύριε, ὅσα ἄν μοι δείξῃς καὶ μὴ δηλώσῃς, μάτην ἔσομαι ἑωρακὼς αὐτὰ καὶ μὴ νοῶν, τί ἐστιν: ὡσαύτως καὶ ἐάν μοι παραβολὰς λαλήσῃς καὶ μὴ ἐπιλύσῃς μοι αὐτάς, εἰς μάτην ἔσομαι ἀκηκοώς τι παρὰ σοῦ.
彼は私に答えて言った。「お前は尋ねることにおいてひどく強情だ。」彼は言う。「お前は全く何も尋ねるべきではない。お前に明かされる必要があるならば、明かされるからだ。」私は彼に言う。「主よ、お前が私に示しながら明らかにしてくれないものはすべて、私はそれを見ても空しく、それが何であるか悟らないままになってしまいます。同じように、お前が私に譬えを語りながら、それを私に解き明かしてくれなければ、私はお前から何かを聞いても空しく終わってしまいます。」
Pastor Sim.5.4.3
ὁ δὲ πάλιν ἀπεκρίθη μοι λέγων: Ὃς ἄν, φησί, δοῦλος ᾖ τοῦ θεοῦ καὶ ἔχῃ τὸν κύριον ἑαυτοῦ ἐν τῇ καρδίᾳ, αἰτεῖται παῤ αὐτοῦ σύνεσιν καὶ λαμβάνει καὶ πᾶσαν παραβολὴν ἐπιλύει, καὶ γνωστὰ αὐτῷ γίνονται τὰ ῥήματα τοῦ κυρίου τὰ λεγόμενα διά παραβολῶν: ὅσοι δὲ βληχροί εἰσι καὶ ἀργοὶ πρὸς τὴν ἔντευξιν, ἐκεῖνοι διστάζουσιν αἰτεῖσθαι παρὰ τοῦ κυρίου:
彼は再び私に答えて言った。「神の僕であって、自分の主を心のうちに持つ者は誰でも、主から理解を求めて受け取り、あらゆる譬えを解き明かし、譬えを通して語られる主の言葉が彼に知られるようになる。しかし弱く、嘆願に対して怠惰な者たちは、主に求めることをためらう。」
Pastor Sim.5.4.4
ὁ δὲ κύριος πολυεύσπλαγχνός ἐστι καὶ πᾶσι τοῖς αἰτουμένοις παῤ αὐτοῦ ἀδιαλείπτως δίδωσι. σὺ δὲ ἐνδεδυναμωμένος ὑπὸ τοῦ ἁγίου ἀγγέλου καὶ εἰληφὼς παῤ αὐτοῦ τοιαύτην ἔντευξιν καὶ μὴ ὢν ἀργός, διατί οὐκ αἰτῇ παρὰ τοῦ κυρίου σύνεσιν καὶ λαμβάνεις παῤ αὐτοῦ;
「しかし主はきわめて憐れみ深く、求めるすべての者に絶えず与えてくださる。だがお前は、聖なる天使によって力づけられ、彼からそのような嘆願を受けていながら、怠惰でもないのに、なぜ主に理解を求めず、主から受け取らないのか。」
Pastor Sim.5.4.5
λέγω αὐτῷ: Κύριε, ἐγὼ ἔχων σὲ μεθ̓ ἑαυτοῦ ἀνάγκην ἔχω σὲ αἰτεῖσθαι καὶ σὲ ἐπερωτᾶν: σὺ γάρ μοι δεικνύεις πάντα καὶ λαλεῖς μετ’ ἐμοῦ: εἰ δὲ ἄτερ σου ἔβλεπον ἢ ἤκουον αὐτά, ἠρώτων ἂν τὸν κύριον, ἵνα μοι δηλωθῇ.
私は彼に言う。「主よ、私はお前を自分と共に持っている以上、お前に求め、お前に尋ねる必要があります。お前は私にすべてを示し、私と語ってくださるからです。もしお前なしに私がこれらを見たり聞いたりしていたなら、私は主に、それが私に明らかにされるようにと尋ねたことでしょう。」