Pastor Sim.9.13.1
Ὁ δὲ πύργος, φημί, τίς ἐστιν; Ὁ πύργος, φησίν, οὗτος ἡ ἐκκλησία ἐστίν.
「では塔とは何ですか」と私は言った。「この塔は教会である」と彼は言う。
Pastor Sim.9.13.2
Αἱ δὲ παρθένοι αὗται τίνες εἰσίν; Αὗται, φησίν, ἅγια πνεύματά εἰσι: καὶ ἄλλως ἄνθρωπος οὐ δύναται εὑρεθῆναι εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἐὰν μὴ αὗται αὐτὸν ἐνδύσωσι τὸ ἔνδυμα αὐτῶν: ἐὰν γὰρ τὸ ὄνομα μόνον λάβῃς, τὸ δὲ ἔνδυμα παρὰ τούτων μὴ λάβῃς, οὐδὲν ὠφελήσῃ: αὗται γὰρ αἱ παρθένοι δυνάμεις εἰσὶ τοῦ υἱοῦ τοῦ θεοῦ. ἐὰν τὸ ὄνομα φορῇς, τὴν δὲ δύναμιν μὴ φορῇς αὐτοῦ, εἰς μάτην ἔσῃ τὸ ὄνομα αὐτοῦ φορῶν.
「この乙女たちは誰ですか」。「彼女たちは聖なる霊たちである」と彼は言う、「そして、彼女たちが人にその衣を着せるのでなければ、人は他のやり方で神の王国に見出されることはできない。もしお前が名だけを受けて、彼女たちからその衣を受けないなら、何の益もない。この乙女たちは神の子の力だからである」。「もしお前がその名を身にまといながら、その力を身にまとわないなら、お前はいたずらにその名を身にまとっていることになる。」
Pastor Sim.9.13.3
τοὺς δὲ λίθους, φησίν, οὓς εἶδες ἀποβεβλημένους, οὗτοι τὸ μὲν ὄνομα ἐφόρεσαν, τὸν δὲ ἱματισμὸν τῶν παρθένων οὐκ ἐνεδύσαντο. Ποῖος, φημί, ἱματισμὸς αὐτῶν ἐστί, κύριε; Αὐτὰ τὰ ὀνόματα, φησίν, ἱματισμός ἐστιν αὐτῶν. ὃς ἂν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ φορῇ, καὶ τούτων ὀφείλει τὰ ὀνόματα φορεῖν: καὶ γὰρ αὐτὸς ὁ υἱὸς τὰ ὀνόματα τῶν παρθένων τούτων φορεῖ.
「お前が捨てられたのを見たあの石は」と彼は言う、「名は身にまとったが、乙女たちの衣を着なかった者たちである」。「主よ、彼女たちの衣とは何ですか」と私は言った。「その名そのものが彼女たちの衣である」と彼は言う。「神の子の名を身にまとう者は、これらの者たちの名もまた身にまとわねばならない。御子自身も、この乙女たちの名を身にまとっているからである」。
Pastor Sim.9.13.4
ὅσους, φησί, λίθους εἶδες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου εἰσεληλυθότας, ἐπιδεδομένους διὰ τῶν χειρῶν αὐτῶν καὶ μείναντας εἰς τὴν οἰκοδομήν, τούτων τῶν παρθένων τὴν δύναμιν ἐνδεδυμένοι εἰσί.
「お前が、塔の建物に入り、彼女たちの手によって差し出され、建物の中に留まったのを見た石は、皆、この乙女たちの力を身にまとった者たちである」と彼は言う。
Pastor Sim.9.13.5
διὰ τοῦτο βλέπεις τὸν πύργον μονόλιθον γεγονότα μετὰ τῆς πέτρας: οὕτω καὶ οἱ πιστεύσαντες τῷ κυρίῳ διὰ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐνδιδυσκόμενοι τὰ πνεύματα ταῦτα ἔσονται εἰς ἓν πνεῦμα, ἓν σῶμα, καὶ μία χρόα τῶν ἱματίων αὐτῶν. τῶν τοιούτων δὲ τῶν φορούντων τὰ ὀνόματα τῶν παρθένων ἐστὶν ἡ κατοικία εἰς τὸν πύργον.
「それゆえに、お前は塔が岩と共に一つの石となっているのを見るのだ。その御子を通して主を信じ、これらの霊を身にまとった者たちも同様に、一つの霊、一つの肉体となり、その衣の色も一つとなるであろう」。「乙女たちの名を身にまとう、そのような者たちの住まいこそ、塔の中にあるのである」。
Pastor Sim.9.13.6
Οἱ οὖν, φημί, κύριε, ἀποβεβλημένοι λίθοι διατί ἀπεβλήθησαν; διῆλθον γὰρ διὰ τῆς πύλης, καὶ διὰ τῶν χειρῶν τῶν παρθένων ἐτέθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου. Ἐπειδὴ πάντα σοι, φησί, μέλει, καὶ ἀκριβῶς ἐξετάζεις, ἄκουε περὶ τῶν ἀποβεβλημένων λίθων.
「では主よ、捨てられた石はなぜ捨てられたのですか。彼らも門を通って行き、乙女たちの手によって塔の建物に置かれたのに」と私は言った。「お前はすべてに関心を持ち、綿密に調べるから、捨てられた石について聞け」と彼は言う。
Pastor Sim.9.13.7
οὗτοι, φησί, πάντες τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ ἔλαβον, ἔλαβον δὲ καὶ τὴν δύναμιν τῶν παρθένων τούτων. λαβόντες οὖν τὰ πνεύματα ταῦτα ἐνεδυναμώθησαν καὶ ἦσαν μετὰ τῶν δούλων τοῦ θεοῦ, καὶ ἦν αὐτῶν ἓν πνεῦμα καὶ ἓν σῶμα καὶ ἓν ἔνδυμα: τὰ γὰρ αὐτὰ ἐφρόνουν καὶ δικαιοσύνην εἰργάζοντο.
「これらの者たちは皆、神の子の名を受け、この乙女たちの力も受けた」。「それで彼らは、この霊を受けて力を得、神の僕たちと共にいた。彼らは一つの霊、一つの肉体、一つの衣を持っていた。同じことを思い、正義を行っていたからである」。
Pastor Sim.9.13.8
μετὰ οὖν χρόνον τινὰ ἀνεπείσθησαν ὑπὸ τῶν γυναικῶν ὧν εἶδες μέλανα ἱμάτια ἐνδεδυμένων, τοὺς ὤμους ἔξω ἐχουσῶν καὶ τὰς τρίχας λελυμένας καὶ εὐμόρφων: ταύτας ἰδόντες ἐπεθύμησαν αὐτῶν καὶ ἐνεδύσαντο τὴν δύναμιν αὐτῶν, τῶν δὲ παρθένων ἀπεδύσαντο τὸ ἔνδυμα καὶ τὴν δύναμιν.
「しかし、しばらく時が経つと、お前が見た、黒い衣を着て、肩をあらわにし、髪を解いた女たち――美しい女たちであった――に説き伏せられた。彼らはこの女たちを見て彼女たちを欲し、その力を身にまとい、乙女たちの衣とその力を脱ぎ捨てた」。
Pastor Sim.9.13.9
οὗτοι οὖν ἀπεβλήθησαν ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ καὶ ἐκείναις παρεδόθησαν: οἱ δὲ μὴ ἀπατηθέντες τῷ κάλλει τῶν γυναικῶν τούτων ἔμειναν ἐν τῷ οἴκῳ τοῦ θεοῦ. ἔχεις, φησί, τὴν ἐπίλυσιν τῶν ἀποβεβλημένων.
「それゆえに彼らは神の家から捨てられ、あの女たちに引き渡された。この女たちの美しさに欺かれなかった者たちは、神の家に留まった」。「お前は捨てられた者たちの解き明かしを得た」と彼は言う。