ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.12, Caput II 戒め 12 第II章

Hermas · Pastor · 5 sectiones

Pastor Mand.12.2.1

1

Πάντων προέχουσα ἐπιθυμία γυναικὸς ἀλλοτρίας ἢ ἀνδρὸς καὶ πολυτελείας πλούτου καὶ ἐδεσμάτων πολλῶν ματαίων καὶ μεθυσμάτων καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν: πᾶσα γὰρ τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ.

「すべてに勝るのは、他人の妻あるいは夫への欲望であり、富の奢りへの欲望であり、多くの空しい食べ物への欲望であり、酔わせる飲み物への欲望であり、その他の多くの愚かな贅沢への欲望である。あらゆる贅沢は、神の僕たちにとって愚かで空しいものだからである」。

Pastor Mand.12.2.2

2

αὗται οὖν αἱ ἐπιθυμίαι πονηραί εἰσι, θανατοῦσαι τοὺς δούλους τοῦ θεοῦ: αὕτη γὰρ ἡ ἐπιθυμία ἡ πονηρὰ τοῦ διαβόλου θυγάτηρ ἐστίν. ἀπέχεσθαι οὖν δεῖ ἀπὸ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἵνα ἀποσχόμενοι ζήσητε τῷ θεῷ.

「だからこれらの欲望は悪しきものであり、神の僕たちを死なせるものである。この悪しき欲望は悪魔の娘だからである。だから悪しき欲望から離れなければならない。離れることによって、諸君は神に生きるであろう」。

Pastor Mand.12.2.3

3

ὅσοι δὲ ἂν κατακυριευθῶσιν ὑπ’ αὐτῶν καὶ μὴ ἀντισταθῶσιν αὐταῖς, ἀποθανοῦνται εἰς τέλος: θανατώδεις γάρ εἰσιν αἱ ἐπιθυμίαι αὗται.

「しかし、これらに支配され、これらに立ち向かわない者たちは、ついには死ぬであろう。これらの欲望は死をもたらすものだからである」。

Pastor Mand.12.2.4

4

σὺ δὲ ἔνδυσαι τὴν ἐπιθυμίαν τῆς δικαιοσύνης, καὶ καθοπλισάμενος τὸν φόβον τοῦ κυρίου ἀντίστηθι αὐταῖς: ὁ γὰρ φόβος τοῦ θεοῦ κατοικεῖ ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. ἡ ἐπιθυμία ἡ πονηρὰ ἐὰν ἴδῃ σε καθωπλισμένον τῷ φόβῳ τοῦ θεοῦ καὶ ἀνθεστηκότα αὐτῇ, φεύξεται ἀπὸ σοῦ μακρὰν καὶ οὐκέτι σοι ὀφθήσεται φοβουμένη τὰ ὅπλα σου.

「しかしお前は正義への欲望を身にまとい、主への畏れを武具として身に着け、これらに立ち向かえ。神への畏れは善き欲望のうちに住まうからである」。「悪しき欲望は、お前が神への畏れで武装し、これに立ち向かっているのを見れば、お前から遠く逃げ去り、お前の武具を恐れて、もはやお前の前に現れないであろう」。

Pastor Mand.12.2.5

5

σὺ οὖν νικήσας καὶ στεφανωθεὶς κατ’ αὐτῆς ἐλθὲ πρὸς τὴν ἐπιθυμίαν τῆς δικαιοσύνης, καὶ παραδοὺς αὐτῇ τὸ νῖκος, ὃ ἔλαβες, δούλευσον αὐτῇ, καθὼς αὐτὴ βούλεται. ἐὰν δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ, δυνήσῃ τῆς ἐπιθυμίας τῆς πονηρᾶς κατακυριεῦσαι καὶ ὑποτάξαι αὐτήν, καθὼς βούλει.

「だからお前はこれに打ち勝ち、冠を得たならば、正義への欲望のもとに来て、お前が得た勝利をこれに渡し、これが望むとおりにこれに仕えよ」。「もしお前が善き欲望に仕え、これに従うならば、お前は悪しき欲望を支配し、お前の望むとおりにこれを従わせることができるであろう」。