Pastor Sim.5.6.1
Ἄκουε, φησίν: εἰς δούλου τρόπον οὐ κεῖται ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ’ εἰς ἐξουσίαν μεγάλην κεῖται καὶ κυριότητα. Πῶς, φημί, κύριε, οὐ νοῶ.
「聞け」と彼は言う。「神の子は僕の姿で置かれているのではなく、大いなる権能と主権とにおいて置かれているのだ。」私は言う。「主よ、どのようにしてですか。私には悟れません。」
Pastor Sim.5.6.2
Ὅτι, φησίν, ὁ θεὸς τὸν ἀμπελῶνα ἐφύτευσε, τοῦτ̓ ἔστι τὸν λαὸν ἔκτισε καὶ παρέδωκε τῷ υἱῷ αὐτοῦ: καὶ ὁ υἱὸς κατέστησε τοὺς ἀγγέλους ἐπ’ αὐτοὺς τοῦ συντηρεῖν αὐτούς: καὶ αὐτὸς τὰς ἁμαρτίας αὐτῶν ἐκαθάρισε πολλὰ κοπιάσας καὶ πολλοὺς κόπους ἠντληκώς: οὐδεὶς γὰρ ἀμπελὼν δύναται σκαφῆναι ἄτερ κόπου ἢ μόχθου.
彼は言う。「それは、神が葡萄園を植えた、すなわち民を創造して自分の子に引き渡したからである。そして子は、天使たちを彼らの上に立て、彼らを守らせた。そして彼自身が、多く労苦し多くの労を尽くして、彼らの罪を清めたのだ。労苦や骨折りなしに掘り起こされうる葡萄園は一つもないからである。」
Pastor Sim.5.6.3
αὐτὸς οὖν καθαρίσας τὰς ἁμαρτίας τοῦ λαοῦ ἔδειξεν αὐτοῖς τὰς τρίβους τῆς ζωῆς, δοὺς αὐτοῖς τὸν νόμον, ὃν ἔλαβε παρὰ τοῦ πατρὸς αὐτοῦ.
「だから彼自身が、民の罪を清めたのち、彼らに命の道を示し、自分の父から受け取った法を彼らに与えたのである。」
Pastor Sim.5.6.4
ὅτι δὲ ὁ κύριος σύμβουλον ἔλαβε τὸν υἱὸν αὐτοῦ καὶ τοὺς ἐνδόξους ἀγγέλους περὶ τῆς κληρονομίας τοῦ δούλου, ἄκουε:
「主が、僕の相続について自分の子と栄光ある天使たちを相談役としたことについては、聞け。」
Pastor Sim.5.6.5
τὸ πνεῦμα τὸ ἅγιον τὸ προόν, τὸ κτίσαν πᾶσαν τὴν κτίσιν, κατῴκισεν ὁ θεὸς εἰς σάρκα, ἣν ἠβούλετο: αὕτη οὖν ἡ σάρξ, ἐν ᾗ κατῴκησε τὸ πνεῦμα τὸ ἅγιον, ἐδούλευσε τῷ πνεύματι καλῶς ἐν σεμνότητι καὶ ἁγνείᾳ πορευθεῖσα, μηδὲν ὅλως μιάνασα τὸ πνεῦμα.
「先在していた聖なる霊、あらゆる被造物を創った霊を、神は自分が望んだ肉のうちに住まわせた。だからこの肉、その中に聖なる霊が住んだこの肉は、霊に対してよく仕え、慎みと清さのうちを歩み、霊を少しも汚すことがなかった。」
Pastor Sim.5.6.6
πολιτευσαμένην οὖν αὐτὴν καλῶς καὶ ἁγνῶς καὶ συγκοπιάσασαν τῷ πνεύματι καὶ συνεργήσασαν ἐν παντὶ πράγματι, ἰσχυρῶς καὶ ἀνδρείως ἀναστραφεῖσαν, μετὰ τοῦ πνεύματος τοῦ ἁγίου εἵλατο κοινωνόν: ἤρεσε γὰρ ἡ πορεία τῆς σαρκὸς ταύτης, ὅτι οὐκ ἐμιάνθη ἐπὶ τῆς γῆς ἔχουσα τὸ πνεῦμα τὸ ἅγιον.
「こうして良く清く生き、霊と共に労苦を分かち、あらゆる事において共に働き、強く雄々しく振る舞ったこの肉を、神は聖なる霊と共に共同者として選んだ。この肉の歩みが気に入ったのである、地上にあって聖なる霊を持ちながら汚されることがなかったからである。」
Pastor Sim.5.6.7
σύμβουλον οὖν ἔλαβε τὸν υἱὸν καὶ τοὺς ἀγγέλους τοὺς ἐνδόξους, ἵνα καὶ ἡ σὰρξ αὕτη, δουλεύσασα τῷ πνεύματι ἀμέμπτως, σχῇ τόπον τινὰ κατασκηνώσεως καὶ μὴ δόξῃ τὸν μισθὸν τῆς δουλείας αὐτῆς ἀπολωλεκέναι: πᾶσα γὰρ σὰρξ ἀπολήψεται μισθὸν ἡ εὑρεθεῖσα ἀμίαντος καὶ ἄσπιλος, ἐν ᾗ τὸ πνεῦμα τὸ ἅγιον κατῴκησεν.
「だから彼は子と栄光ある天使たちとを相談役に取った。このように霊に非のうちどころなく仕えたこの肉もまた、何らかの住まいの場を得て、その仕えたことの報いを失ったと思われることのないようにするためである。聖なる霊が住んだ肉で、汚れなく染みなく見出されたものはすべて、報いを受けるであろうから。」