ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput VI 譬え 9 第VI章

Hermas · Pastor · 8 sectiones

Pastor Sim.9.6.1

1

Καὶ ἰδοὺ μετὰ μικρὸν βλέπω παράταξιν πολλῶν ἀνδρῶν ἐρχομένων: καὶ εἰς τὸ μέσον ἀνήρ τις ὑψηλὸς τῷ μεγέθει, ὥστε τὸν πύργον ὑπερέχειν.

そして見よ、少し後に私は多くの男たちの隊列が来るのを見る。その中央には、背丈があまりに高く、塔をも超えるほどのある男がいた。

Pastor Sim.9.6.2

2

καὶ οἱ ἓξ ἄνδρες οἱ εἰς τὴν οἰκοδομὴν ἐφεστῶτες ἐκ δεξιῶν τε καὶ ἀριστερῶν περιεπάτησαν μετ’ αὐτοῦ, καὶ πάντες οἱ εἰς τὴν οἰκοδομὴν ἐργασάμενοι μετ’ αὐτοῦ ἦσαν καὶ ἕτεροι πολλοὶ κύκλῳ αὐτοῦ ἔνδοξοι. αἱ δὲ παρθένοι αἱ τηροῦσαι τὸν πύργον προσδραμοῦσαι κατεφίλησαν αὐτὸν καὶ ἤρξαντο ἐγγὺς αὐτοῦ περιπατεῖν κύκλῳ τοῦ πύργου.

建造を監督していた六人の男は、右と左から彼と共に歩いた。そして建造のために働いていた者たちは皆、彼と共にいた。また彼の周りには他の多くの栄えある者たちがいた。塔を守っていた乙女たちは駆け寄って彼に口づけし、彼の近くで塔の周りを歩き始めた。

Pastor Sim.9.6.3

3

κατενόει δὲ ὁ ἀνὴρ ἐκεῖνος τὴν οἰκοδομὴν ἀκριβῶς, ὥστε αὐτὸν καθ̓ ἕνα λίθον ψηλαφᾶν. κρατῶν δέ τινα ῥάβδον τῇ χειρὶ κατὰ ἕνα λίθον τῶν ᾠκοδομημένων ἔτυπτε.

その男は建物を正確に検分し、一つ一つの石を手で触れて調べるほどであった。彼は手にある杖を持ち、建てられた石を一つ一つ打っていった。

Pastor Sim.9.6.4

4

καὶ ὅταν ἐπάτασσεν, ἐγένοντο αὐτῶν τινὲς μέλανες ὡσεὶ ἀσβόλη, τινὲς δὲ ἐψωριακότες, τινὲς δὲ σχισμὰς ἔχοντες, τινὲς δὲ κολοβοί, τινὲς δὲ οὔτε λευκοὶ οὔτε μέλανες, τινὲς δὲ τραχεῖς καὶ μὴ συμφωνοῦντες τοῖς ἑτέροις λίθοις, τινὲς δὲ σπίλους πολλοὺς ἔχοντες: αὗται ἦσαν αἱ ποικιλίαι τῶν λίθων τῶν σαπρῶν εὑρεθέντων εἰς τὴν οἰκοδομήν.

彼が打つと、それらのうち或るものは煤のように黒くなり、或るものは疥癬にかかったものとなり、或るものは裂け目を持つものとなり、或るものは欠けたものとなり、或るものは白くも黒くもないものとなり、或るものはざらざらして他の石と調和しないものとなり、或るものは染みを多く持つものとなった。これらが、建物の中に見出された朽ちた石の様々な種類であった。

Pastor Sim.9.6.5

5

ἐκέλευσεν οὖν πάντας τούτους ἐκ τοῦ πύργου μετενεχθῆναι καὶ τεθῆναι παρὰ τὸν πύργον καὶ ἑτέρους ἐνεχθῆναι λίθους καὶ ἐμβληθῆναι εἰς τὸν τόπον αὐτῶν.

そこで彼は、これらすべてを塔から運び出し、塔のそばに置くよう、また他の石を運んできてその場所に投じるよう命じた。

Pastor Sim.9.6.6

6

καὶ ἐπηρώτησαν αὐτὸν οἱ οἰκοδομοῦντες, ἐκ τίνος ὄρους θέλῃ ἐνεχθῆναι λίθους καὶ ἐμβληθῆναι εἰς τὸν τόπον αὐτῶν. καὶ ἐκ μὲν τῶν ὀρέων οὐκ ἐκέλευσεν ἐνεχθῆναι, ἐκ δέ τινος πεδίου ἐγγὺς ὄντος ἐκέλευσεν ἐνεχθῆναι.

建てる者たちは彼に、どの山から石を運んできてその場所に投じることを望むのか尋ねた。彼は山々から運んでくるようには命じず、近くにあるある野から運んでくるようにと命じた。

Pastor Sim.9.6.7

7

καὶ ὠρύγη τὸ πεδίον, καὶ εὑρέθησαν λίθοι λαμπροὶ τετράγωνοι, τινὲς δὲ καὶ στρογγύλοι. ὅσοι δέ ποτε ἦσαν λίθοι ἐν τῷ πεδίῳ ἐκείνῳ, πάντες ἠνέχθησαν καὶ διὰ τῆς πύλης ἐβαστάζοντο ὑπὸ τῶν παρθένων.

その野は掘り起こされ、輝く四角い石が見出された。或るものは丸いものであった。その野にあったすべての石は運び出され、乙女たちによって門を通して担われていった。

Pastor Sim.9.6.8

8

καὶ ἐλατομήθησαν οἱ τετράγωνοι λίθοι καὶ ἐτέθησαν εἰς τὸν τόπον τῶν ἠρμένων: οἱ δὲ στρογγύλοι οὐκ ἐτέθησαν εἰς τὴν οἰκοδομήν, ὅτι σκληροὶ ἦσαν εἰς τὸ λατομηθῆναι αὐτοὺς καὶ βραδέως ἐγένοντο. ἐτέθησαν δὲ παρὰ τὸν πύργον, ὡς μελλόντων αὐτῶν λατομεῖσθαι καὶ τίθεσθαι εἰς τὴν οἰκοδομήν: λίαν γὰρ λαμπροὶ ἦσαν.

四角い石は切り整えられ、取り除かれた石の場所に置かれた。丸い石は建物の中には置かれなかった。それらは切り整えるには硬すぎ、時間がかかったからである。それらは塔のそばに置かれた。やがて切り整えられて建物の中に置かれることになっていたからである。非常に輝いていたからである。