Pastor Vis.3.7.1
Τοὺς δὲ ἑτέρους λίθους, οὓς εἶδες μακρὰν ἀπὸ τοῦ πύργου ῥιπτομένους καὶ πίπτοντας εἰς τὴν ὁδὸν καὶ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὰς ἀνοδίας: οὗτοί εἰσιν οἱ πεπιστευκότες μέν, ἀπὸ δὲ τῆς διψυχίας αὐτῶν ἀφίουσιν τὴν ὁδὸν αὐτῶν τὴν ἀληθινήν: δοκοῦντες οὖν βελτίονα ὁδὸν δύνασθαι εὑρεῖν, πλανῶνται καὶ ταλαιπωροῦσιν περιπατοῦντες ἐν ταῖς ἀνοδίαις.
「お前が見た、塔から遠くに投げ捨てられ、道に落ち、道から外れて道なき所へと転がっていく他の石々、これは信じてはいるが、その二心のゆえに、自分たちの真の道を捨てる者たちである。より良い道を見出せると思って、彼らは迷い、道なき所を歩いて苦しむ。」
Pastor Vis.3.7.2
οἱ δὲ πίπτοντες εἰς τὸ πῦρ καὶ καιόμενοι, οὗτοί εἰσιν οἱ εἰς τέλος ἀποστάντες τοῦ θεοῦ τοῦ ζῶντος, καὶ οὐκέτι αὐτοῖς ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ μετανοῆσαι διὰ τὰς ἐπιθυμίας τῆς ἀσελγείας αὐτῶν καὶ τῶν πονηριῶν ὧν εἰργάσαντο.
「火に落ちて焼かれる者たち、これは生ける神から最後まで離れ去った者たちであり、その放埒の欲望と、彼らが行った悪のゆえに、悔い改めることがもはやその心に上らなかった者たちである。」
Pastor Vis.3.7.3
τοὺς δὲ ἑτέρους τοὺς πίπτοντας ἐγγὺς τῶν ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ θέλεις γνῶναι, τίνες εἰσίν; οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες καὶ θέλοντες βαπτισθῆναι εἰς τὸ ὄνομα τοῦ κυρίου: εἶτα ὅταν αὐτοῖς ἔλθῃ εἰς μνείαν ἡ ἁγνότης τῆς ἀληθείας, μετανοοῦσιν καὶ πορεύονται πάλιν ὀπίσω τῶν ἐπιθυμιῶν αὐτῶν τῶν πονηρῶν.
「水の近くに落ちながらも、水の中へと転がり込むことができない他の者たちが誰であるか、お前は知りたいか。この者たちは、言葉を聞いて主の名において洗礼を受けることを望みながらも、真理の清さが記憶に上ってくると、悔い改めて、再び自分たちの悪しき欲望の後を追って行く者たちである。」
Pastor Vis.3.7.5
ἀναιδευσάμενος ἔτι αὐτὴν ἐπηρώτησα, εἰ ἄρα πάντες οἱ λίθοι οὗτοι οἱ ἀποβεβλημένοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, εἰ ἔστιν αὐτοῖς μετάνοια καὶ ἔχουσιν τόπον εἰς τὸν πύργον τοῦτον. Ἔχουσιν, φησίν, μετάνοιαν, ἀλλὰ εἰς τοῦτον τὸν πύργον οὐ δύνανται ἁρμόσαι:
私はなおも厚かましくも彼女に尋ねた。捨てられ、塔の建物に合わなかったこれらすべての石に、果たして悔い改めがあるのか、そしてこの塔への場所を持つことができるのか、と。彼女は言う。「彼らには悔い改めがある。しかし、この塔には合うことができない。」
Pastor Vis.3.7.6
ἑτέρῳ δὲ τόπῳ ἁρμόσουσιν πολὺ ἐλάττονι, καὶ τοῦτο ὅταν βασανισθωσιν καὶ ἐκπληρώσωσιν τὰς ἡμέρας τῶν ἁμαρτιῶν αὐτῶν. καὶ διὰ τοῦτο μετατεθήσονται, ὅτι μετέλαβον τοῦ ῥήματος τοῦ δικαίου. καὶ τότε αὐτοῖς συμβήσεται μετατεθῆναι ἐκ τῶν βασάνων αὐτῶν, διὰ τὰ ἔργα ἃ εἰργάσαντο πονηρά. ἐὰν δὲ μὴ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτῶν, οὐ σώζονται διὰ τὴν σκληροκαρδίαν αὐτῶν.
「彼らはずっと小さな別の場所に合うことになる。それも、彼らが責め苦を受け、自分たちの罪の日々を満たした後である。そして彼らが移されるのは、彼らが正しい言葉にあずかったからである。その時、彼らが行った悪しき業のゆえに、彼らの責め苦から移されることが彼らに起こる。しかし、もし〔悔い改めが〕彼らの心に上らないならば、彼らはその心の頑なさのゆえに救われない。」