Pastor Mand.12.5.1
Λέγω αὐτῷ: Κύριε, ἄκουσόν μου ὀλίγων ῥημάτων. Λέγε, φησίν, ὃ βούλει. Ὁ μὲν ἄνθρωπος, φημί, κύριε, πρόθυμός ἐστι τὰς ἐντολὰς τοῦ θεοῦ φυλάσσειν, καὶ οὐδείς ἐστιν ὁ μὴ αἰτούμενος παρὰ τοῦ κυρίου, ἵνα ἐνδυναμωθῇ ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ὑποταγῇ αὐταῖς: ἀλλ’ ὁ διάβολος σκληρός ἐστι καὶ καταδυναστεύει αὐτῶν.
私は彼に言う。「主よ、私の少しの言葉をお聞きください」。「望むことを言え」と彼は言う。「人は」と私は言う、「主よ、神の戒めを守ろうとする心構えはあります。そして主に、その戒めにおいて強くされ、それに従うことができるようにと願わない者はいません。しかし悪魔は厳しく、彼らを圧迫するのです」。
Pastor Mand.12.5.2
Οὐ δύναται, φησί, καταδυναστεύειν τῶν δούλων τοῦ θεοῦ τῶν ἐξ ὅλης καρδίας ἐλπιζόντων ἐπ’ αὐτόν. δύναται ὁ διάβολος ἀντιπαλαῖσαι, καταπαλαῖσαι δὲ οὐ δύναται. ἐὰν οὖν ἀντισταθῆτε αὐτῷ, νικηθεὶς φεύξεται ἀφ̓ ὑμῶν κατῃσχυμμένος. ὅσοι δέ, φησίν, ἀπόκενοί εἰσι, φοβοῦνται τὸν διάβολον ὡς δύναμιν ἔχοντα.
「悪魔は」と彼は言う、「心を尽くして神に望みをかけている神の僕たちを圧迫することはできない。悪魔は対抗して組み合うことはできるが、組み伏せることはできない。だからもし諸君が彼に立ち向かうならば、彼は打ち負かされ、恥をこうむって諸君から逃げ去るであろう」。「しかし」と彼は言う、「半ば空の者たちは、悪魔が力を持っているかのように彼を恐れる。」
Pastor Mand.12.5.3
ὅταν ὁ ἄνθρωπος κεράμια ἱκανώτατα γεμίσῃ οἴνου καλοῦ καὶ ἐν τοῖς κεραμίοις ἐκείνοις ὀλίγα ἀπόκενα ᾖ, ἔρχεται ἐπὶ τὰ κεράμια καὶ οὐ κατανοεῖ τὰ πλήρη: οἶδε γάρ, ὅτι πλήρη εἰσί: κατανοεῖ δὲ τὰ ἀπόκενα, φοβούμενος, μήποτε ὤξισαν: ταχὺ γὰρ τὰ ἀπόκενα κεράμια ὀξίζουσι, καὶ ἀπόλλυται ἡ ἡδονὴ τοῦ οἴνου.
「人が非常に多くの壺を良いぶどう酒で満たし、その壺のうちにいくつか半ば空のものがあるとき、彼は壺のところに来ても、満ちているものには注意を払わない。それらは満ちていると知っているからである。だが半ば空のものには注意を払う。それらが酢になってしまっていないかと恐れるからである。半ば空の壺は速やかに酢になり、ぶどう酒の快さが失われるからである」。
Pastor Mand.12.5.4
οὕτω καὶ ὁ διάβολος ἔρχεται ἐπὶ πάντας τοὺς δούλους τοῦ θεοῦ ἐκπειράζων αὐτούς. ὅσοι οὖν πλήρεις εἰσὶν ἐν τῇ πίστει, ἀνθεστήκασιν αὐτῷ ἰσχυρῶς, κἀκεῖνος ἀποχωρεῖ ἀπ’ αὐτῶν μὴ ἔχων τόπον, ποῦ εἰσέλθῃ. ἔρχεται οὖν τότε πρὸς τοὺς ἀποκένους καὶ ἔχων τόπον εἰσπορεύεται εἰς αὐτούς, καὶ ὃ δὲ βούλεται ἐν αὐτοῖς ἐργάζεται, καὶ γίνονται αὐτῷ ὑπόδουλοι.
「同じように悪魔もまた、神のすべての僕たちのところに来て彼らを試みる。信仰に満ちている者たちは彼に強く立ち向かい、彼は入り込む場所を持たず、彼らから退き去る」。「そこで彼はそのとき半ば空の者たちのところに来て、場所を得て彼らのうちに入り込み、その中で望むことを行い、彼らは彼に隷属する者となるのである」。