Pastor Vis.2.2.1
Μετὰ δὲ δέκα καὶ πέντε ἡμέρας νηστεύσαντός μου καὶ πολλὰ ἐρωτήσαντος τὸν κύριον ἀπεκαλύφθη μοι ἡ γνῶσις τῆς γραφῆς. ἦν δὲ γεγραμμένα ταῦτα:
十五日を経て、私が断食し、主に多くを願い求めた後、その書き物の知識が私に啓示された。それにはこう書かれていた。
Pastor Vis.2.2.2
Τὸ σπέρμα σου, Ἑρμᾶ, ἠθέτησαν εἰς τὸν θεὸν καὶ ἐβλασφήμησαν εἰς τὸν κύριον καὶ προέδωκαν τοὺς γονεῖς αὐτῶν ἐν πονηρίᾳ μεγάλῃ καὶ ἤκουσαν προδόται γονέων καὶ προδόντες οὐκ ὠφελήθησαν, ἀλλὰ ἔτι προσέθηκαν ταῖς ἁμαρτίαις αὐτῶν τὰς ἀσελγείας καὶ συμφυρμοὺς πονηρίας, καὶ οὕτως ἐπλήσθησαν αἱ ἀνομίαι αὐτῶν.
「お前の子孫は、ヘルマスよ、神に背き、主を冒涜し、大いなる悪をもって彼らの親を裏切った。彼らは親を裏切る者と呼ばれ、裏切ったにもかかわらず益を得ず、むしろなお彼らの罪に淫乱と悪との混じり合いとを加えた。こうして彼らの不法は満ちた。」
Pastor Vis.2.2.3
ἀλλὰ γνώρισον ταῦτα τὰ ῥήματα τοῖς τέκνοις σου πᾶσιν καὶ τῇ συμβίῳ σου τῇ μελλούσῃ ἀδελφῇ: καὶ γὰρ αὕτη οὐκ ἀπέχεται τῆς γλώσσης, ἐν ᾗ πονηρεύεται: ἀλλὰ ἀκούσασα τὰ ῥήματα ταῦτα ἀφέξεται καὶ ἕξει ἔλεος.
「だが、これらの言葉をお前のすべての子らと、いずれ姉妹となるお前の妻とに知らせよ。彼女もまた、それによって悪をなす舌を抑えていないからだ。だが、これらの言葉を聞けば、抑え、憐れみを得るであろう。」
Pastor Vis.2.2.4
μετὰ τὸ γνωρίσαι σε ταῦτα τὰ ῥήματα αὐτοῖς, ἃ ἐνετείλατό μοι ὁ δεσπότης ἵνα σοι ἀποκαλυφθῇ, τότε ἀφίενται αὐτοῖς αἱ ἁμαρτίαι πᾶσαι, ἃς πρότερον ἥμαρτον, καὶ πᾶσιν τοῖς ἁγίοις τοῖς ἁμαρτήσασιν μέχρι ταύτης τῆς ἡμέρας, ἐὰν ἐξ ὅλης τῆς καρδίας μετανοήσωσιν καὶ ἄρωσιν ἀπὸ τῆς καρδίας αὐτῶν τὰς διψυχίας.
「お前がこれらの言葉を彼らに知らせた後――主宰者が私に、お前に啓示されるよう命じたこの言葉を――その時、彼らのすべての罪、以前に犯した罪は赦される。そして、この日に至るまで罪を犯したすべての聖なる者たちも、心を尽くして悔い改め、心から二心を取り除くならば、赦される。」
Pastor Vis.2.2.5
ὤμοσεν γὰρ ὁ δεσπότης κατὰ τῆς δόξης αὐτοῦ ἐπὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ: ἐὰν ὡρισμένης τῆς ἡμέρας ταύτης ἔτι ἁμάρτησις γένηται, μὴ ἔχειν αὐτοὺς σωτηρίαν: ἡ γὰρ μετάνοια τοῖς δικαίοις ἔχει τέλος: πεπλήρωνται αἱ ἡμέραι μενανοίας πᾶσιν τοῖς ἁγίοις: καὶ τοῖς δὲ ἔθνεσιν μετάνοιά ἐστιν ἕως ἐσχάτης ἡμέρας.
「主宰者はご自身の栄光にかけて、選ばれた者たちについて誓われたからだ。この日が定められてなお罪が犯されるなら、彼らに救いはない、と。正しい者たちにとって悔い改めには終わりがあるからだ。すべての聖なる者たちにとって、悔い改めの日々は満ちている。だが異邦人には、最後の日まで悔い改めがある。」
Pastor Vis.2.2.6
ἐρεῖς οὖν τοῖς προηγουμένοις τῆς ἐκκλησίας, ἵνα κατορθώσωνται τὰς ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ, ἵνα ἀπολάβωσιν ἐκ πλήρους τὰς ἐπαγγελίας μετὰ πολλῆς δόξης.
「そこで教会の指導者たちに言え。彼らが自分たちの道を正義において正すように。そうすれば、彼らは大いなる栄光をもって、約束を余すところなく受け取るであろう。」
Pastor Vis.2.2.7
ἐμμείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην καὶ μὴ διψυχήσητε, ἵνα γένηται ὑμῶν ἡ πάροδος μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. μακάριοι ὑμεῖς, ὅσοι ὑπομένετε τὴν θλῖψιν τὴν ἐρχομένην τὴν μεγάλην καὶ ὅσοι οὐκ ἀρνήσονται τὴν ζωὴν αὐτῶν.
「だから正義を行う諸君は、堅く留まり、二心を抱くな。それは諸君の道行きが聖なる天使たちとともになるためである。諸君は幸いである、来たるべき大いなる苦難に耐えるかぎりの者たち、また自分の命を否まない者たちは。」
Pastor Vis.2.2.8
ὤμοσεν γὰρ κύριος κατὰ τοῦ υἱοῦ αὐτοῦ, τοὺς ἀρνησαμένους τὸν Χριστὸν αὐτῶν ἀπεγνωρίσθαι ἀπὸ τῆς ζωῆς αὐτῶν, τοὺς νῦν μέλλοντας ἀρνεῖσθαι ταῖς ἐρχομέναις ἡμέραις: τοῖς δὲ πρότερον ἀρνησαμένοις, διὰ τὴν πολυσπλαγχνίαν ἵλεως ἐγένετο αὐτοῖς.
「主は御子にかけて誓われた。彼らのキリストを否んだ者たちは、その命から拒まれる、と。それは今、来たるべき日々に否もうとしている者たちについてである。だが、以前に否んだ者たちには、深い慈しみのゆえに、主は彼らに憐れみを施された。」