ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.4, Caput II 戒め 4 第II章

Hermas · Pastor · 4 sectiones

Pastor Mand.4.2.1

1

Ἠρώτησα δὲ αὐτὸν πάλιν λέγων: Ἐπεὶ ὁ κύριος ἄξιόν με ἡγήσατο, ἵνα μετ’ ἐμοῦ πάντοτε κατοικῇς, ὀλίγα μου ῥήματα ἔτι ἀνάσχου, ἐπεὶ οὐ συνίω οὐδὲν καὶ ἡ καρδία μου πεπώρωται ἀπὸ τῶν προτέρων μου πράξεων: συνέτισόν με, ὅτι λίαν ἄφρων εἰμὶ καὶ ὅλως οὐθὲν νοῶ.

私は再び彼に尋ねて言った。「主が私をふさわしい者とお考えになり、常に私と共に住んでくださるようになったのですから、なお少し私の言葉を我慢して聞いてください。私は何一つ理解しておらず、以前の行いのために心が頑なになっているのです。私に理解を与えてください。私はひどく愚かで、まったく何一つ悟っていないのですから」。

Pastor Mand.4.2.2

2

ἀποκριθείς μοι λέγει: Ἐγώ, φησίν, ἐπὶ τῆς μετανοίας εἰμὶ καὶ πᾶσιν τοῖς μετανοοῦσιν σύνεσιν δίδωμι. ἢ οὐ δοκεῖ σοι, φησίν, αὐτὸ τοῦτο τὸ μετανοῆσαι σύνεσιν εἶναι; τὸ μετανοῆσαι, φησίν, σύνεσίς ἐστιν μεγάλη: συνίει γὰρ ὁ ἁμαρτήσας, ὅτι πεποίηκεν τὸ πονηρὸν ἔμπροσθεν τοῦ κυρίου, καὶ ἀναβαίνει ἐπὶ τὴν καρδίαν αὐτοῦ ἡ πρᾶξις, ἣν ἔπραξεν, καὶ μετανοεῖ καὶ οὐκέτι ἐργάζεται τὸ πονηρόν, ἀλλὰ τὸ ἀγαθὸν πολυτελῶς ἐργάζεται καὶ ταπεινοῖ τὴν ἑαυτοῦ ψυχὴν καὶ βασανίζει, ὅτι ἥμαρτεν. βλέπεις οὖν, ὅτι ἡ μετάνοια σύνεσίς ἐστιν μεγάλη.

彼は答えて私に言う。「私は」と彼は言う、「悔い改めを司っており、悔い改めるすべての者に理解を与える。あるいは、悔い改めるということそのことが理解であるとは、お前には思われないのか」と彼は言う。「悔い改めることは」と彼は言う、「大きな理解である。罪を犯した者は、自分が主の御前で悪を行ったことを理解し、自分の行った行いが心に上ってきて、悔い改め、もはや悪を行わず、かえって豊かに善を行い、おのれの魂を低くし、罪を犯したゆえに苦しめるのである」。「それゆえ、悔い改めが大きな理解であることが、お前にも分かるであろう」。

Pastor Mand.4.2.3

3

Διὰ τοῦτο οὖν, φημί, κύριε, ἐξακριβάζομαι παρὰ σοῦ πάντα: πρῶτον μέν, ὅτι ἁμαρτωλός εἰμι, ἵνα γνῶ, ποῖα ἔργα ἐργαζόμενος ζήσομαι, ὅτι πολλαί μου εἰσὶν αἱ ἁμαρτίαι καὶ ποικίλαι.

「それゆえ主よ」と私は言う、「私はすべてを詳しく尋ねているのです。まず第一に、私は罪人であり、いかなる行いをなせば生きることができるのかを知りたいからです。私の罪は数多く、さまざまであるのですから」。

Pastor Mand.4.2.4

4

Ζήσῃ, φησίν, ἐὰν τὰς ἐντολάς μου φυλάξῃς καὶ πορευθῇς ἐν αὐταῖς: καὶ ὃς ἂν ἀκούσας τὰς ἐντολὰς ταύτας φυλάξῃ, ζήσεται τῷ θεῷ.

「お前は生きるであろう」と彼は言う、「もし私の戒めを守り、それらのうちを歩むならば。そして、これらの戒めを聞いて守る者は誰であれ、神に生きるであろう」。