ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.6, Caput I 譬え 6 第I章

Hermas · Pastor · 6 sectiones

Pastor Sim.6.1.1

1

Καθήμενος ἐν τῷ οἴκῳ μου καὶ δοξάζων τὸν κύριον περὶ πάντων ὧν ἑωράκειν καὶ συζητῶν περὶ τῶν ἐντολῶν, ὅτι καλαὶ καὶ δυναταὶ καὶ ἱλαραὶ καὶ ἔνδοξοι καὶ δυνάμεναι σῶσαι ψυχὴν ἀνθρώπου, ἔλεγον ἐν ἐμαυτῷ: Μακάριος ἔσομαι, ἐὰν ταῖς ἐντολαῖς ταύταις πορευθῶ, καὶ ὃς ἂν ταύταις πορευθῇ, μακάριος ἔσται.

私は自分の家に座り、自分が見たすべてのことについて主に栄光を帰し、戒めについて、それが良く、力あり、喜ばしく、栄光に満ち、人の魂を救うことができるものであると思いめぐらしながら、自分の中でこう言っていた。「もし私がこれらの戒めのうちを歩むならば、私は幸いであろう。そしてこれらのうちを歩む者は誰でも、幸いであろう。」

Pastor Sim.6.1.2

2

ὡς ταῦτα ἐν ἐμαυτῷ ἐλάλουν, βλέπω αὐτὸν ἐξαίφνης παρακαθήμενόν μοι καὶ λέγοντα ταῦτα: Τί διψυχεῖς περὶ τῶν ἐντολῶν ὧν σοι ἐνετειλάμην; καλαί εἰσιν: ὅλως μὴ διψυχήσῃς, ἀλλ’ ἔνδυσαι τὴν πίστιν τοῦ κυρίου, καὶ ἐν αὐταῖς πορεύσῃ: ἐγὼ γάρ σε ἐνδυναμώσω ἐν αὐταῖς.

私がこれらのことを自分の中で語っていると、突然、彼が私のそばに座っているのを見る。そして彼はこう言う。「お前は、私がお前に命じた戒めについて、なぜ二心を抱くのか。それらは良いものである。まったく二心を抱くな。むしろ主の信仰を身にまとえ、そうすればそれらのうちを歩むことができる。私がお前をそれらのうちで強めるからだ。」

Pastor Sim.6.1.3

3

αὗται αἱ ἐντολαὶ σύμφοροί εἰσι τοῖς μέλλουσι μετανοεῖν: ἐὰν γὰρ μὴ πορευθῶσιν ἐν αὐταῖς, εἰς μάτην ἐστὶν ἡ μετάνοια αὐτῶν.

「これらの戒めは、悔い改めようとしている者たちにとって益となるものである。もし彼らがそれらのうちを歩まないならば、彼らの悔い改めは空しいものとなるからだ。」

Pastor Sim.6.1.4

4

οἱ οὖν μετανοοῦντες ἀποβάλλετε τὰς πονηρίας τοῦ αἰῶνος τούτου τὰς ἐκτριβούσας ὑμᾶς: ἐνδυσάμενοι δὲ πᾶσαν ἀρετὴν δικαιοσύνης δυνήσεσθε τηρῆσαι τὰς ἐντολὰς ταύτας καὶ μηκέτι προστιθέναι ταῖς ἁμαρτίαις ὑμῶν. πορεύεσθε οὖν ταῖς ἐντολαῖς μου ταύταις, καὶ ζήσεσθε τῷ θεῷ. ταῦτα πάντα παῤ ἐμοῦ λελάληται ὑμῖν.

「だから、悔い改める諸君よ、諸君をすり減らすこの世の悪をかなぐり捨てよ。正義のあらゆる徳を身にまとうならば、諸君はこれらの戒めを守り、もはや自分の罪に何も加えないでいることができるであろう。だから私のこれらの戒めのうちを歩め、そうすれば神に生きるであろう。これらすべては私から諸君に語られたことである。」

Pastor Sim.6.1.5

5

καὶ μετὰ τὸ ταῦτα λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ, λέγει μοι: Ἄγωμεν εἰς ἀγρόν, καὶ δείξω σοι τοὺς ποιμένας τῶν προβάτων. Ἄγωμεν, φημί, κύριε. καὶ ἤλθομεν εἴς τι πεδίον, καὶ δεικνύει μοι ποιμένα νεανίσκον ἐνδεδυμένον σύνθεσιν ἱματίων τῷ χρώματι κροκώδη.

彼が私にこう語ったのち、彼は私に言う。「野へ行こう、そしてお前に羊の牧者たちを見せよう。」「行きましょう、主よ」と私は言う。こうして我々はある野に着いた。彼は私に、サフラン色をした衣を重ねて身にまとった若い牧者を見せる。

Pastor Sim.6.1.6

6

ἔβοσκε δὲ πρόβατα πολλὰ λίαν, καὶ τὰ πρόβατα ταῦτα ὡσεὶ τρυφῶντα ἦν καὶ λίαν σπαταλῶντα καὶ ἱλαρὰ ἦν σκιρτῶντα ὧδε κἀκεῖσε: καὶ αὐτὸς ὁ ποιμὴν πάνυ ἱλαρὸς ἦν ἐπὶ τῷ ποιμνίῳ αὐτοῦ: καὶ αὐτὴ ἡ ἰδέα τοῦ ποιμένος ἱλαρὰ ἦν λίαν, καὶ ἐν τοῖς προβάτοις περιέτρεχε.

彼は非常に多くの羊を飼っていた。そしてこれらの羊は、あたかも贅沢にふけり、大いに気ままにふるまっているかのようで、喜ばしげにあちこちを跳ね回っていた。牧者自身も自分の羊の群れをたいそう喜んでいた。牧者のその姿もこの上なく喜ばしげであった。そして彼は羊たちの間を走り回っていた。