ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.12, Caput VI 戒め 12 第VI章

Hermas · Pastor · 5 sectiones

Pastor Mand.12.6.1

1

Ἐγὼ δὲ ὑμῖν λέγω, ὁ ἄγγελος τῆς μετανοίας: μὴ φοβήθητε τὸν διάβολον. ἀπεστάλην γάρ, φησί, μεθ̓ ὑμῶν εἶναι τῶν μετανοούντων ἐξ ὅλης καρδίας αὐτῶν καὶ ἰσχυροποιῆσαι αὐτοὺς ἐν τῇ πίστει.

「悔い改めの天使であるこの私が、諸君に言う。悪魔を恐れるな。私は」と彼は言う、「心を尽くして悔い改める諸君と共にあり、彼らを信仰において強くするために遣わされたのである」。

Pastor Mand.12.6.2

2

πιστεύσατε οὖν τῷ θεῷ ὑμεῖς οἱ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπεγνωκότες τὴν ζωὴν ὑμῶν καὶ προστιθέντες ἁμαρτίαις καὶ καταβαρύνοντες τὴν ζωὴν ὑμῶν, ὅτι, ἐὰν ἐπιστραφῆτε πρὸς τὸν κύριον ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐργάσησθε τὴν δικαιοσύνην, τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς ὑμῶν καὶ δουλεύσητε αὐτῷ ὀρθῶς κατὰ τὸ θέλημα αὐτοῦ, ποιήσει ἴασιν τοῖς προτέροις ὑμῶν ἁμαρτήμασι καὶ ἕξετε δύναμιν τοῦ κατακυριεῦσαι τῶν ἔργων τοῦ διαβόλου. τὴν δὲ ἀπειλὴν τοῦ διαβόλου ὅλως μὴ φοβήθητε: ἄτονος γάρ ἐστιν ὥσπερ νεκροῦ νεῦρα.

「だから、自分たちの罪のゆえに自分たちの命に絶望し、罪に罪を重ね、自分たちの命を重くしている諸君は、神を信じよ。もし諸君が心を尽くして主に立ち返り、正義を行い、諸君の命の残りの日々、御心にかなって正しく主に仕えるならば、主は諸君の以前の罪に癒やしを与え、諸君は悪魔の働きを支配する力を持つであろう」。「悪魔の脅しを全く恐れるな。それは死人の筋のように張りがないからである。」

Pastor Mand.12.6.3

3

ἀκούσατε οὖν μου καὶ φοβήθητε τὸν πάντα δυνάμενον, σῶσαι καὶ ἀπολέσαι, καὶ τηρεῖτε τὰς ἐντολὰς ταύτας, καὶ ζήσεσθε τῷ θεῷ.

「だから私の言うことを聞き、救うことも滅ぼすこともできる方を畏れよ。そしてこれらの戒めを守れ。そうすれば諸君は神に生きるであろう」。

Pastor Mand.12.6.4

4

λέγω αὐτῷ: Κύριε, νῦν ἐνεδυναμώθην ἐν πᾶσι τοῖς δικαιώμασι τοῦ κυρίου, ὅτι σὺ μετ’ ἐμοῦ εἶ: καὶ οἶδα, ὅτι συγκόψεις τὴν δύναμιν τοῦ διαβόλου πᾶσαν καὶ ἡμεῖς αὐτοῦ κατακυριεύσομεν καὶ κατισχύσομεν πάντων τῶν ἔργων αὐτοῦ. καὶ ἐλπίζω, κύριε, δύνασθαί με τὰς ἐντολὰς ταύτας, ἃς ἐντέταλσαι, τοῦ κυρίου ἐνδυναμοῦντος φυλάξαι.

私は彼に言う。「主よ、今、私は主のすべての義の定めにおいて力づけられました。私と共にいてくださるからです。そして私は、悪魔のすべての力を打ち砕いてくださり、我々が彼を支配し、彼のすべての働きに打ち勝つことになると知っています」。「そして主よ、私は、主が力づけてくださることによって、命じられたこれらの戒めを守ることができると望んでいます」。

Pastor Mand.12.6.5

5

Φυλάξεις, φησίν, ἐὰν ἡ καρδία σου καθαρὰ γένηται πρὸς κύριον: καὶ πάντες δὲ φυλάξουσιν, ὅσοι ἂν καθαρίσωσιν ἑαυτῶν τὰς καρδίας ἀπὸ τῶν ματαίων ἐπιθυμιῶν τοῦ αἰῶνος τούτου, καὶ ζήσονται τῷ θεῷ.

「お前の心が主に対して清くなるならば、お前は守るであろう」と彼は言う。「そしてこの世の空しい欲望から自分の心を清める者はみな、これを守るであろう。そして彼らは神に生きるであろう」。