ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XXVIII 譬え 9 第XXVIII章

Hermas · Pastor · 8 sectiones

Pastor Sim.9.28.1

1

Ἐκ δὲ τοῦ ὄρους τοῦ ἑνδεκάτου, οὗ ἦσαν δένδρα καρπῶν πλήρη, ἄλλοις καὶ ἄλλοις καρποῖς κεκοσμημένα, οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν.

「実に満ちた木々があり、様々な実で飾られていた第十一の山から信じた者たちは、このような者である。」

Pastor Sim.9.28.2

2

οἱ παθόντες ὑπὲρ τοῦ ὀνόματος τοῦ υἱοῦ τοῦ θεοῦ, οἳ καὶ προθύμως ἔπαθον ἐξ ὅλης τῆς καρδίας: καὶ παρέδωκαν τὰς ψυχὰς αὐτῶν.

「すなわち神の子の御名のために苦しみを受けた者たちであり、彼らは心を尽くして進んで苦しみを受け、自らの魂を引き渡したのである。」

Pastor Sim.9.28.3

3

Διατί οὖν, φημί, κύριε, πάντα μὲν τὰ δένδρα καρποὺς ἔχει, τινὲς δὲ ἐξ αὐτῶν καρποὶ εὐειδέστεροί εἰσιν; Ἄκουε, φησίν: ὅσοι ποτὲ ἔπαθον διὰ τὸ ὄνομα, ἔνδοξοί εἰσι παρὰ τῷ θεῷ, καὶ πάντων αἱ ἁμαρτίαι ἀφῃρέθησαν, ὅτι ἔπαθον διὰ τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. διατί δὲ οἱ καρποὶ αὐτῶν ποικίλοι εἰσίν, τινὲς δὲ ὑπερέχοντες, ἄκουε.

そこで私は言う。「主よ、なぜすべての木が実を持ちながら、そのうちのある実はより美しいのですか。」彼は言う。「聞け。かつて御名のために苦しみを受けた者は皆、神のもとで栄えある者であり、彼ら皆の罪は取り除かれた。神の子の御名のために苦しみを受けたからである。だが、なぜ彼らの実は様々であり、あるものはより優れているのか、それを聞け。」

Pastor Sim.9.28.4

4

ὅσοι, φησίν, ἐπ’ ἐξουσίαν ἀχθέντες ἐξητάσθησαν καὶ οὐκ ἠρνήσαντο, ἀλλ’ ἔπαθον προθύμως, οὗτοι μᾶλλον ἐνδοξότεροί εἰσι παρὰ τῷ κυρίῳ: τούτων ὁ καρπός ἐστιν ὁ ὑπερέχων: ὅσοι δὲ δειλοὶ καὶ ἐν δισταγμῷ ἐγένοντο καὶ ἐλογίσαντω ἐν ταῖς καρδίαις αὐτῶν, πότερον ἀρνήσονται ἢ ὁμολογήσουσι, καὶ ἔπαθον, τούτων οἱ καρποὶ ἐλάττους εἰσίν, ὅτι ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτῶν ἡ βουλὴ αὕτη: πονηρὰ γὰρ ἡ βουλὴ αὕτη, ἵνα δοῦλος κύριον ἴδιον ἀρνήσηται.

彼は言う。「権威のもとに引かれて取り調べられ、否まずにむしろ進んで苦しみを受けた者たちは、主のもとでより一層栄えある者である。この者たちの実は優れた実である。だが臆病でためらいがちになり、心のうちで否むべきか告白すべきかを思案しつつ苦しみを受けた者たち、この者たちの実はより少ない。この思案が彼らの心に浮かんだからである。僕が己の主を否むというこの思案は、悪いものだからである。」

Pastor Sim.9.28.5

5

βλέπετε οὖν ὑμεῖς οἱ ταῦτα βουλευόμενοι, μήποτε ἡ βουλὴ αὕτη διαμείνῃ ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἀποθάνητε τῷ θεῷ. ὑμεῖς δὲ οἱ πάσχοντες ἕνεκεν τοῦ ὀνόματος δοξάζειν ὀφείλετε τὸν θεόν, ὅτι ἀξίους ὑμᾶς ἡγήσατο ὁ θεός, ἵνα τοῦτο τὸ ὄνομα βαστάζητε καὶ πᾶσαι ὑμῶν αἱ ἁμαρτίαι ἰαθῶσιν.

「だからこのことを思案する諸君は気をつけよ。この思案が諸君の心にとどまり続けて、諸君が神に死ぬことのないように。だが御名のために苦しみを受ける諸君は、神を讃えねばならない。神が諸君をふさわしいと見なして、この御名を身に負わせ、諸君のすべての罪を癒やしてくださったからである。」

Pastor Sim.9.28.6

6

οὐκοῦν μακαρίζετε ἑαυτούς: ἀλλὰ δοκεῖτε ἔργον μέγα πεποιηκέναι, ἐάν τις ὑμῶν διὰ τὸν θεὸν πάθῃ. ζωὴν ὑμῖν ὁ κύριος χαρίζεται, καὶ οὐ νοεῖτε: αἱ γὰρ ἁμαρτίαι ὑμῶν κατεβάρησαν, καὶ εἰ μὴ πεπόνθατε ἕνεκεν τοῦ ὀνόματος κυρίου, διὰ τὰς ἁμαρτίας ὑμῶν τεθνήκειτε ἂν τῷ θεῷ.

「だから自らを幸いな者と思え。ところが諸君は、諸君のうちの誰かが神のために苦しみを受けたなら、それで大いなる業を成し遂げたと思っているのだ。主は諸君に命を賜っているのに、諸君はそれを悟らない。諸君の罪が重くのしかかっていたのであり、もし主の御名のために苦しみを受けなかったならば、諸君は自らの罪のゆえに神に死んでいたであろう。」

Pastor Sim.9.28.7

7

ταῦτα ὑμῖν λέγω τοῖς διστάζουσι περὶ ἀρνήσεως ἢ ὁμολογήσεως: ὁμολογεῖτε, ὅτι κύριον ἔχετε, μήποτε ἀρνούμενοι παραδοθήσησθε εἰς δεσμωτήριον.

「私はこれらのことを、否むべきか告白すべきかためらう諸君に言う。諸君は主を持つと告白せよ。否んで牢獄に引き渡されることのないように。」

Pastor Sim.9.28.8

8

εἰ τὰ ἔθνη τοὺς δούλους αὐτῶν κολάζουσιν, ἐάν τις ἀρνήσηται τὸν κύριον ἑαυτοῦ, τί δοκεῖτε ποιήσει ὁ κύριος ὑμῖν, ὃς ἔχει πάντων τὴν ἐξουσίαν; ἄρατε τὰς βουλὰς ταύτας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἵνα διαπαντὸς ζήσητε τῷ θεῷ.

「もし異邦人たちが、誰かが自らの主を否むならばその僕たちを罰するのであれば、すべてに対する権威を持つ主が、諸君に何をなさると諸君は思うのか。この思案を諸君の心から取り除けよ。諸君が常に神に生きるためである。」