ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.6, Caput II 戒め 6 第II章

Hermas · Pastor · 10 sectiones

Pastor Mand.6.2.1

1

Ἄκουε νῦν, φησί, περὶ τῆς πίστεως. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς πονηρίας.

「今、信仰について聞け」と彼は言う。「人間と共にいる天使は二人ある。一人は正義の天使、もう一人は悪の天使である」。

Pastor Mand.6.2.2

2

Πῶς οὖν, φημί, κύριε, γνώσομαι τὰς αὐτῶν ἐνεργείας, ὅτι ἀμφότεροι ἄγγελοι μετ’ ἐμοῦ κατοικοῦσιν;

「それでは主よ」と私は言う、「両方の天使が私と共に住んでいるのなら、彼らの働きをどのように知ればよいのでしょうか」。

Pastor Mand.6.2.3

3

Ἄκουε, φησί, καὶ συνιεῖς αὐτάς. ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστι καὶ αἰσχυντηρὸς καὶ πραῢς καὶ ἡσύχιος: ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ αὐταρκείας καὶ περὶ παντός ἔργου δικαίου καὶ περὶ πάσης ἀρετῆς ἐνδόξου. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ , γίνωσκε, ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστί. ταῦτα οὖν ἐστι τὰ ἔργα τοῦ ἀγγέλου τῆς δικαιοσύνης. τούτῳ οὖν πίστευε καὶ τοῖς ἔργοις αὐτοῦ.

「聞け」と彼は言う、「そうすればそれらを理解するであろう」。「正義の天使は繊細で、慎み深く、柔和で、静かである。それゆえ、この天使がお前の心に上るとき、たちまち、正義について、純潔について、謹厳さについて、自足について、あらゆる正しい行いについて、あらゆる栄えある徳について、お前に語る」。「これらすべてがお前の心に上るとき、正義の天使がお前と共にいると知れ。これらが、正義の天使の働きである。それゆえ、この天使とその働きを信じよ。」

Pastor Mand.6.2.4

4

ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα. πρῶτον πάντων ὀξύχολός ἐστι καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρά, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ: ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι αὐτὸν ἀπὸ τῶν ἔργων αὐτοῦ.

「それでは、悪の天使の働きをも見よ」。「何よりもまず、この天使は短気で、苦く、分別を欠き、その働きは悪しきものであって、神の僕たちを滅ぼす。それゆえ、この天使がお前の心に上るとき、その働きによってこれを見分けよ」。

Pastor Mand.6.2.5

5

Πῶς, φημί, κύριε, νοήσω αὐτόν, οὐκ ἐπίσταμαι. Ἄκουε, φησίν. ὅταν ὀξυχολία σοί τις προσπέσῃ ἢ πικρία, γίνωσκε, ὅτι αὐτός ἐστιν ἐν σοί: εἶτα ἐπιθυμία πράξεων πολλῶν καὶ πολυτέλειαι ἐδεσμάτων πολλῶν καὶ μεθυσμάτων καὶ κραιπαλῶν πολλῶν καὶ ποικίλων τροφῶν καὶ οὐ δεόντων καὶ ἐπιθυμίαι γυναικῶν καὶ πλεονεξιῶν καὶ ὑπερηφανία πολλή τις καὶ ἀλαζονεία καὶ ὅσα τούτοις παραπλήσιά ἐστι καὶ ὅμοια: ταῦτα οὖν ὅταν ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε, ὅτι ὁ ἄγγελος τῆς πονηρίας ἐστὶν ἐν σοί.

「主よ」と私は言う、「どのようにこれを悟ればよいのか、私には分かりません」。「聞け」と彼は言う。「何らかの短気あるいは苦味がお前に降りかかるとき、この天使がお前のうちにいると知れ。それから、多くの行いへの欲望、多くの食べ物や酔うものや度重なる酒宴の奢り、さまざまな不要な食物、女たちへの欲望、貪欲、多くの高慢、そして自惚れ、これらに似通い類したもの、これらがお前の心に上るとき、悪の天使がお前のうちにいると知れ」。

Pastor Mand.6.2.6

6

σὺ οὖν ἐπιγνοὺς τὰ ἔργα αὐτοῦ ἀπόστα ἀπ’ αὐτοῦ, μηδὲν αὐτῷ πίστευε, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά εἰσι καὶ ἀσύμποφα τοῖς δούλοις τοῦ θεοῦ. ἔχεις οὖν ἀμφοτέρων τῶν ἀγγέλων τὰς ἐνεργείας: σύνιε αὐτὰς καὶ πίστευε τῷ ἀγγέλῳ τῆς δικαιοσύνης:

「それゆえ、お前はその働きを見分けたなら、それから離れ去り、何一つそれを信じるな。その働きは悪しきものであり、神の僕たちにとって益がないからである」。「それゆえ、お前は両方の天使の働きを知っている。それらを理解し、正義の天使を信じよ。」

Pastor Mand.6.2.7

7

ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονηρίας ἀπόστηθι, ὅτι ἡ διδαχὴ αὐτοῦ πονηρά ἐστι παντὶ ἔργῳ: ἐὰν γὰρ ᾖ τις πιστὸς ἀνὴρ καὶ ἡ ἐνθύμησις τοῦ ἀγγέλου τούτου ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτοῦ, δεῖ τὸν ἄνδρα ἐκεῖνον ἢ τὴν γυναῖκα ἐξαμαρτῆσαί τι.

「悪の天使からは離れ去れ。その教えはあらゆる行いにおいて悪しきものだからである。もし誰か信ずる人があり、この天使の思いがその心に上るなら、その男あるいは女は何か罪を犯すことにならざるを得ない」。

Pastor Mand.6.2.8

8

ἐὰν δὲ πάλιν πονηρότατός τις ᾖ ἀνὴρ ἢ γυνὴ καὶ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτοῦ τὰ ἔργα τοῦ ἀγγέλου τῆς δικαιοσύνης, ἐξ ἀνάγκης δεῖ αὐτὸν ἀγαθόν τι ποιῆσαι.

「しかし、もし逆に、いかに悪しき男あるいは女であっても、その心に正義の天使の働きが上るなら、その者は必然的に何か善いことをせざるを得ない。」

Pastor Mand.6.2.9

9

βλέπεις οὖν, φησίν, ὅτι καλόν ἐστι τῷ ἀγγέλῳ τῆς δικαιοσύνης ἀκολουθεῖν, τῷ δὲ ἀγγέλῳ τῆς πονηρίας ἀποτάξασθαι.

「それゆえ、正義の天使に従うことは善いことであり、悪の天使とは縁を切ることが善いことであると、お前にも分かるであろう」と彼は言う。

Pastor Mand.6.2.10

10

τὰ μὲν περὶ τῆς πίστεως αὕτη ἡ ἐντολὴ δηλοῖ, ἵνα τοῖς ἔργοις τοῦ ἀγγέλου τῆς δικαιοσύνης πιστεύσῃς, καὶ ἐργασάμενος αὐτὰ ζήσῃ τῷ θεῷ. πίστευε δέ, ὅτι τὰ ἔργα τοῦ ἀγγέλου τῆς πονηρίας χαλεπά ἐστι: μὴ ἐργαζόμενος οὖν αὐτὰ ζήσῃ τῷ θεῷ.

「信仰についてはこの戒めがこのことを明らかにする。すなわち、正義の天使の働きを信じ、それを行って神に生きるべきだということである。そして、悪の天使の働きが過酷なものであることを信じよ。それゆえ、それらを行わなければ、お前は神に生きるであろう」。