Pastor Mand.12.4.1
Καὶ ταῦτά μοι λίαν ὀργίλως ἐλάλησεν, ὥστε με συγχυθῆναι καὶ λίαν αὐτὸν φοβηθῆναι: ἡ μορφὴ γὰρ αὐτοῦ ἠλλοιώθη, ὥστε μὴ δύνασθαι ἄνθρωπον ὑπενεγκεῖν τὴν ὀργὴν αὐτοῦ.
彼はこれらのことを私に甚だ怒りをもって語ったので、私は困惑し、彼を大いに恐れた。彼の姿は変わり果てて、人がその怒りに耐えることができないほどであった。
Pastor Mand.12.4.2
ἰδὼν δέ με τεταραγμένον ὅλον καὶ συγκεχυμένον ἤρξατό μοι ἐπιεικέστερον καὶ ἱλαρώτερον λαλεῖν καὶ λέγει: Ἄφρον, ἀσύνετε καὶ δίψυχε, οὐ νοεῖς τὴν δόξαν τοῦ θεοῦ, πῶς μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ θαυμαστή, ὅτι ἔκτισε τὸν κόσμον ἕνεκα τοῦ ἀνθρώπου καὶ πᾶσαν τὴν κτίσιν αὐτοῦ ὑπέταξε τῷ ἀνθρώπῳ καὶ τὴν ἐξουσίαν πᾶσαν ἔδωκεν αὐτῷ τοῦ κατακυριεύειν τῶν ὑπὸ τὸν οὐρανὸν πάντων;
私がすっかり動揺し困惑しているのを見て、彼はより穏やかに、より朗らかに私に語り始めて言う。「愚かで理解を欠く、二心の者よ、お前は神の栄光がいかに大きく、力強く、驚くべきものであるかを悟らないのか。神は人のために世界を創り、そのすべての被造物を人に従わせ、天の下にあるすべてのものを支配する権能をすべて人に与えたのだ」。
Pastor Mand.12.4.3
εἰ οὖν, φησίν, πάντων ὁ ἄνθρωπος κύριός ἐστι τῶν κτισμάτων τοῦ θεοῦ καὶ πάντων κατακυριεύει, οὐ δύναται καὶ τούτων τῶν ἐντολῶν κατακυριεῦσαι; δύναται, φησί, πάντων καὶ πασῶν τῶν ἐντολῶν τούτων κατακυριεῦσαι ὁ ἄνθρωπος ὁ ἔχων τὸν κύριον ἐν τῇ καρδίᾳ αὐτοῦ.
「では」と彼は言う、「もし人が神のすべての被造物の主であって、すべてを支配するならば、これらの戒めをも支配することができないだろうか。心に主を持つ人は」と彼は言う、「すべてのものと、これらすべての戒めとを支配することができるのだ」。
Pastor Mand.12.4.4
οἱ δὲ ἐπὶ τοῖς χείλεσιν ἔχοντες τὸν κύριον, τὴν δὲ καρδίαν αὐτῶν πεπωρωμένην καὶ μακρὰν ὄντες ἀπὸ τοῦ κυρίου, ἐκείνοις αἱ ἐντολαὶ αὗται σκληραί εἰσι καὶ δύσβατοι.
「しかし唇の上に主を持ちながら、その心が頑なで、主から遠く離れている者たち——彼らにとっては、これらの戒めは厳しく、通り難いものである」。
Pastor Mand.12.4.5
θέσθε οὖν ὑμεῖς, οἱ κενοὶ καὶ ἐλαφροὶ ὄντες ἐν τῇ πίστει, τὸν κύριον ὑμῶν εἰς τὴν καρδίαν, καὶ γνώσεσθε, ὅτι οὐδέν ἐστιν εὐκοπώτερον τῶν ἐντολῶν τούτων οὔτε γλυκύτερον οὔτε ἡμερώτερον.
「だから信仰において空しく軽薄な諸君は、自分たちの主を心に置け。そうすれば、これらの戒めより容易いものも、甘美なものも、穏やかなものもないと知るであろう」。
Pastor Mand.12.4.6
ἐπιστράφητε ὑμεῖς οἱ ταῖς ἐντολαῖς πορευόμενοι τοῦ διαβόλου, ταῖς δυσκόλοις καὶ πικραῖς καὶ ἀγρίαις καὶ ἀσελγέσι, καὶ μὴ φοβήθητε τὸν διάβολον, ὅτι ἐν αὐτῷ δύναμις οὐκ ἔστιν καθ̓ ὑμῶν:
「悪魔の戒め——困難で、苦く、荒々しく、放埒な戒めのうちを歩んでいる諸君は、立ち返れ。そして悪魔を恐れるな。彼には諸君に対する力はないからである。」
Pastor Mand.12.4.7
ἐγὼ γὰρ ἔσομαι μεθ̓ ὑμῶν, ὁ ἄγγελος τῆς μετανοίας ὁ κατακυριεύων αὐτοῦ. ὁ διάβολος μόνον φόβον ἔχει, ὁ δὲ φόβος αὐτοῦ τόνον οὐκ ἔχει: μὴ φοβήθητε οὖν αὐτόν, καὶ φεύξεται ἀφ̓ ὑμῶν.
「彼を支配する悔い改めの天使であるこの私が、諸君と共にいるからである」。「悪魔が持つのは恐れだけであり、その恐れには張りがない。だから彼を恐れるな。そうすれば彼は諸君から逃げ去るであろう」。