Pastor Sim.8.8.1
Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους ἥμισυ μὲν χλωράς, ἥμισυ δὲ ξηράς, οὗτοί εἰσιν οἱ ἐν ταῖς πραγματείαις ἐμπεφυρμένοι καὶ μὴ κολλώμενοι τοῖς ἁγίοις: διὰ τοῦτο τὸ ἥμισυ αὐτῶν ζῇ, τὸ δὲ ἥμισυ νεκρόν ἐστι.
「半分は青く、半分は枯れた枝を渡した者たち、これらは世事にかかずらい、聖なる者たちと結びついていない者たちである。それゆえ彼らの半分は生きており、半分は死んでいるのである。」
Pastor Sim.8.8.2
πολλοὶ οὖν ἀκούσαντές μου τῶν ἐντολῶν μετενόησαν. ὅσοι γοῦν μετενόησαν, ἡ κατοικία αὐτῶν εἰς τὸν πύργον. τινὲς δὲ αὐτῶν εἰς τέλος ἀπέστησαν. οὗτοι οὖν μετάνοιαν οὐκ ἔχουσιν: διὰ γὰρ τὰς πραγματείας αὐτῶν ἐβλασφήμησαν τὸν κύριον καὶ ἀπηρνήσαντο. ἀπώλεσαν οὖν τὴν ζωὴν αὐτῶν διὰ τὴν πονηρίαν, ἣν ἔπραξαν.
「それで、私の戒めを聞いた多くの者が悔い改めた」。「そこで悔い改めた者たちの住まいは、塔に定まった。だが彼らのうちある者たちは、完全に離れ去った。これらの者たちには悔い改めがない。自分たちの世事のゆえに主を冒瀆し、否んだからである。こうして彼らは、自分の行った悪のゆえに、自分の命を失ったのである」。
Pastor Sim.8.8.3
πολλοὶ δὲ ἐξ αὐτῶν ἐδιψύχησαν. οὗτοι ἔτι ἔχουσι μετάνοιαν, ἐὰν ταχὺ μετανοήσωσι, καὶ ἔσται αὐτῶν ἡ κατοικία εἰς τὸν πύργον: ἐὰν δὲ βραδύτερον μετανοήσωσι, κατοικήσουσιν εἰς τὰ τείχη: ἐὰν δὲ μὴ μετανοήσωσι, καὶ αὐτοὶ ἀπώλεσαν τὴν ζωὴν αὐτῶν.
「しかし彼らのうち多くの者は、二心を抱いた。これらの者にはなお悔い改めがある。もし速やかに悔い改めるならば、彼らの住まいは塔に定まるであろう。もしより遅く悔い改めるならば、城壁に住むであろう。もし悔い改めないならば、彼らもまた自分の命を失うであろう」。
Pastor Sim.8.8.4
οἱ δὲ τὰ δύο μέρη χλωρά, τὸ δὲ τρίτον ξηρὸν ἐπιδεδωκότες, οὗτοί εἰσιν οἱ ἀρνησάμενοι ποικίλαις ἀρνήσεσι.
「三分の二が青く、三分の一が枯れた枝を渡した者たち、これらは様々な仕方で否んだ者たちである。」
Pastor Sim.8.8.5
πολλοὶ οὖν μετενόησαν ἐξ αὐτῶν, καὶ ἀπῆλθον εἰς τὸν πύργον κατοικεῖν: πολλοὶ δὲ ἀπέστησαν εἰς τέλος τοῦ θεοῦ: οὗτοι τὸ ζὴν εἰς τέλος ἀπώλεσαν. τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν καὶ ἐδιχοστάτησαν. τούτοις οὖν ἐστὶ μετάνοια, ἐὰν ταχὺ μετανοήσωσι καὶ μὴ ἐπιμείνωσι ταῖς ἡδοναῖς αὐτῶν: ἐὰν δὲ ἐπιμείνωσι ταῖς πράξεσιν αὐτῶν, καὶ οὗτοι θάνατον ἑαυτοῖς κατεργάζονται.
「彼らのうち多くの者は悔い改めて、塔に住むために行った。だが多くの者は、神から完全に離れ去った。これらの者たちは、命を完全に失ったのである」。「彼らのうちある者たちは、二心を抱き、分裂を起こした。これらの者たちには、もし速やかに悔い改め、自分の快楽にとどまり続けないならば、悔い改めがある。だがもし自分の行いにとどまり続けるならば、彼らもまた自分自身に死をもたらすのである」。