Pastor Sim.5.7.1
Ηὐφράνθην, φημί, κύριε, ταύτην τὴν ἐπίλυσιν ἀκούσας. Ἄκουε νῦν, φησί: τὴν σάρκα σου ταύτην φύλασσε καθαρὰν καὶ ἀμίαντον, ἵνα τὸ πνεῦμα τὸ κατοικοῦν ἐν αὐτῇ μαρτυρήσῃ αὐτῇ καὶ δικαιωθῇ σου ἡ σάρξ.
私は言う。「主よ、この解き明かしを聞いて喜びました。」彼は言う。「今よく聞け。お前のこの肉を清く汚れなく守れ、その中に住む霊がそれについて証しし、お前の肉が義とされるためである。」
Pastor Sim.5.7.2
βλέπε, μήποτε ἀναβῇ ἐπὶ τὴν καρδίαν σου τὴν σάρκα σου ταύτην φθαρτὴν εἶναι καὶ παραχρήσῃ αὐτῇ ἐν μιασμῷ τινί. ἐὰν μιάνῃς τὴν σάρκα σου, μιανεῖς καὶ τὸ πνεῦμα τὸ ἅγιον: ἐὰν δὲ μιάνῃς τὴν σάρκα, οὐ ζήσῃ.
「気をつけよ、お前のこの肉が朽ちるものであるという考えがお前の心に上り、何らかの汚れによってそれを乱用することのないように。もしお前が自分の肉を汚すならば、聖なる霊をも汚すことになる。そして肉を汚すならば、お前は生きないであろう。」
Pastor Sim.5.7.3
Εἰ δέ τις, φημί, κύριε, γέγονεν ἄγνοια προτέρα, πρὶν ἀκουσθῶσι τὰ ῥήματα ταῦτα, πῶς σωθῇ ὁ ἄνθρωπος ὁ μιάνας τὴν σάρκα αὐτοῦ; Περὶ τῶν προτέρων, φησίν, ἀγνοημάτων τῷ θεῷ μόνῳ δυνατὸν ἴασιν δοῦναι, αὐτοῦ γάρ ἐστι πᾶσα ἐξουσία,
私は言う。「主よ、もしこれらの言葉が聞かれる前に、以前の無知があったとしたら、自分の肉を汚してしまった人はどのようにして救われるのですか。」彼は言う。「以前の無知については、神のみが癒しを与えることができる。すべての権能は彼のものだからである。」
Pastor Sim.5.7.4
ἐὰν τὸ λοιπὸν μὴ μιάνῃς σου τὴν σάρκα μηδὲ τὸ πνεῦμα: ἀμφότερα γὰρ κοινά ἐστι καὶ ἄτερ ἀλλήλων μιανθῆναι οὐ δύναται. ἀμφότερα οὖν καθαρὰ φύλασσε, καὶ ζήσῃ τῷ θεῷ.
「ただしこれから先、お前が自分の肉をも霊をも汚さないならばのことである。両者は共通のものであり、互いに離れては汚されえないからだ。だから両者を清く保て、そうすれば神に生きるであろう。」